previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄλεξις δέ πού φησιν II 313 K' 'ὡς
ὁμοιότατος ἄνθρωπος οἴνῳ τὴν φύσιν
τρόπον τιν᾽ ἐστί. τὸν γὰρ οἶνον τὸν νέον
πολλή 'στ᾽ ἀνάγκη καὶ τὸν ἄνδρ᾽ ἀποζέσαι
πρώτιστον ἀφυβρίσαι τ᾽, ἀπανθήσαντα δὲ
σκληρὸν γενέσθαι, παρακμάσαντα δ᾽ ὧν λέγω
τούτων ἁπάντων, ἀπαρυθέντα τὴν ἄνω
ταύτην ἄνοιαν ἐπιπολάζουσαν, τότε
πότιμον γενέσθαι καὶ καταστῆναι πάλιν
ἡδύν θ᾽ ἅπασι τοὐπίλοιπον διατελεῖν.
κατὰ δὲ τὸν Κυρηναῖον ποιητὴν Eratosth. fr. 34 Hi':'
οἶνός θ᾽ ὃς πυρὶ ἶσον ἔχει μένος, εὖτ᾽ ἂν ἐς ἄνδρας
ἔλθῃ: κυμαίνει δ᾽ οἷα Λίβυσσαν ἅλα
βορρῆς ἠὲ νότος: τὰ δὲ <καὶ> κεκρυμμένα φαίνει
βυσσόθεν: ἐκ δ᾽ ἀνδρῶν πάντ᾽ ἐτίναξε νόον.
ἀλλαχοῦ δὲ τοὐναντίον φησὶν Ἄλεξις II 399 K':'
οὐδέν .. ἔοικ᾽ ἄνθρωπος οἴνῳ τὴν φύσιν.
μὲν γὰρ ἀπογηρὰς ἀηδὴς γίνεται,
οἶνον δὲ τὸν παλαιότατον σπουδάζομεν.
μὲν δάκνει γάρ, δ᾽ ἱλαροὺς ἡμᾶς ποιεῖ.
Πανύασις δὲ λέγει fr. 12, 12 Ki':'
οἶνος <γὰρ> πυρὶ ἶσον ἐπιχθονίοισιν ὄνειαρ,
ἐσθλόν, ἀλεξίκακον, πάσῃ συνοπηδὸν ἀνίῃ.
ἐν μὲν γὰρ θαλίης ἐρατὸν μέρος ἀγλαίης τε,
ἐν δὲ χοροιτυπίης, ἐν δ᾽ ἱμερτῆς φιλότητος.
τῷ σε χρὴ παρὰ δαιτὶ δεδεγμένον εὔφρονι θυμῷ
πίνειν, μηδὲ βορῆς κεκορημένον ἠύτε παῖδα
ἧσθαι πλημμύροντα, λελησμένον εὐφροσυνάων.
καὶ πάλιν fr. 14':'
.. οἶνος θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον,
ἀγλαός: πᾶσαι μὲν ἐφαρμόζουσιν ἀοιδαί,
πάντες δ᾽ ὀρχησμοί, πᾶσαι δ᾽ ἐραταὶ φιλότητες.
πάσας δ᾽ ἐκ κραδίας ἀνίας ἀνδρῶν ἀλαπάζει
πινόμενος κατὰ μέτρον: ὑπὲρ μέτρον δὲ χερείων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: