previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δίφιλός φησι τοὺς μύκητας εἶναι εὐστόμους,
κοιλίας διαχωρητικούς, θρεπτικούς, δυσπέπτους δὲ καὶ φυσώδεις. τοιούτους δὲ εἶναι τοὺς ἐκ Κέω τῆς νήσου. ‘πολλοὶ μέντοι καὶ κτείνουσι. δοκοῦσι δὲ οἰκεῖοι εἶναι οἱ λεπτότατοι καὶ ἁπαλοὶ καὶ εὔθρυπτοι οἱ ἐπὶ πτελέαις καὶ πεύκαις γινόμενοι: ἀνοίκειοι δὲ οἱ μέλανες καὶ πελιοὶ καὶ σκληροὶ καὶ οἱ μετὰ τὸ ἑψηθῆναι καὶ τεθῆναι πησσόμενοι, οἵτινες λαμβανόμενοι κτείνουσι. βοηθοῦνται δ᾽ ἀπὸ ὑδρομέλιτος πόσεως καὶ ὀξυμέλιτος, νίτρου καὶ ὄξους. μετὰ τὴν πόσιν δὲ ἐμεῖν δεῖ. διόπερ καὶ δεῖ μάλιστα σκευάζειν αὐτοὺς μετὰ ὄξους καὶ ὀξυμέλιτος μέλιτος ἁλῶν: οὕτω γὰρ αὐτῶν τὸ πνιγῶδες ἀφαιρεῖται.' Θεόφραστος δὲ ἐν τῷ περὶ φυτῶν ἱστορίας γράφει fr. 168 W':' ‘ὑπόγεια δὲ τὰ τοιαῦτά ἐστι καὶ ἐπίγεια, καθάπερ οὓς καλοῦσί τινες πέζιας, ἅμα τοῖς μύκησι γινομένους. ἄριζοι γὰρ καὶ αὐτοὶ τυγχάνουσιν. δὲ μύκης ἔχει προσφύσεως ἀρχὴν τὸν καυλὸν εἰς μῆκος, καὶ ἀποτείνουσιν ἀπ᾽ αὐτοῦ ῥίζαι.' φησὶ δὲ καὶ h. pl. 4, 7, 2' 'ὅτι ἐν τῇ περὶ Ἡρακλέους στήλας θαλάσσῃ ὅταν ὕδατα πλείω γένηται, μύκητες φύονται πρὸς τῇ θαλάσσῃ, οὓς καὶ ἀπολιθοῦσθαι ὑπὸ τοῦ ἡλίου φησί. καὶ Φαινίας δὲ ἐν α# περὶ φυτῶν FHG II 300':' ‘τὰ δὲ οὐδὲ φύει τὴν ἀνθήλην οὐδὲ τῆς σπερματικῆς ἴχνος κορυνήσεως οὐδὲ σπερματώσεως, οἷον μύκης, ὕδνον, πτέρις, ἕλιξ.' αὐτός φησι: ‘πτέρις, ἣν ἔνιοι βλάχνον καλοῦσι.' Θεόφραστος ἐν Φυτικοῖς 1, 6, 5':' ‘λειόφλοια, καθάπερ ὕδνον, μύκης, πέζις, γεράνειον.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: