κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει μέσουκαίτοι τἄλλα διαρρήδην ὀνομάσαντα. καὶ Εὐριπίδης δὲ τὴν Ἑκάβην θρηνοῦσαν εἰσαγαγὼν τὸν Ἀστυάνακτα ὑπὸ τῶν Ἑλλήνων ῥιφέντα φησί ῾Tro. 1173':'
κρατὸς διασπαρέντος αἵματός θ᾽ ὁμοῦ,
δύστηνε, κρατὸς ὥς σ᾽ ἔκειρεν ἀθλίωςἔχει δὲ ἐπίστασιν ἡ τῶν ποιημάτων τούτων ἐκδοχή. καὶ γὰρ Φιλοκλῆς τε ἐγκέφαλόν φησιν ῾p. 589 N':'
τείχη πατρῷα, Λοξίου πυργώματα,
ὃν πόλλ᾽ ἐκήπευσ᾽ ἡ τεκοῦσα βόστρυχον
φιλήμασίν τ᾽ ἔδωκεν: ἔνθεν ἐκγελᾷ
ὀστέων ῥαγέντων φόνος, ἵν᾽ αἰσχρὰ μὴ λέγω.
οὐδ᾽ ἂν ἐγκέφαλον ἔσθων λίποι,καὶ Ἀριστοφάνης ῾ran. 134':'
ἀπολέσαιμ᾽ ἂν ἐγκεφάλου θρίω δύο,καὶ ἄλλοι. λευκὸν οὖν ἂν εἴη μυελὸν εἰρηκὼς Σοφοκλῆς ποιητικῶς, Εὐριπίδης δὲ τὸ τῆς προσόψεως εἰδεχθὲς καὶ αἰσχρὸν οὐχ αἱρούμενος ἐναργῶς ἐμφανίσαι ἐδήλωσεν ὡς ἐβούλετο. ὅτι δ᾽ ἱερὸν ἐνόμιζον τὴν κεφαλὴν δῆλον ἐκ τοῦ καὶ κατ᾽ αὐτῆς ὀμνύειν καὶ τοὺς γινομένους ἀπ᾽ αὐτῆς πταρμοὺς προσκυνεῖν ὡς ἱερούς. ἀλλὰ μὴν καὶ τὰς συγκαταθέσεις βεβαιοῦμεν τῇ ταύτης ἐπινεύσει, ὡς καὶ ὁ Ὁμηρικὸς Ζεύς φησιν ῾A 524':'
εἰ δ᾽ ἄγε τοι κεφαλῇ ἐπινεύσομαι.