previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀπολλόδωρος δ᾽ Ἀθηναῖος ἐν τοῖς περὶ Σώφρονος προθεὶς τὰλιχνοτέρα τᾶν προφυρᾶν᾽ fr. 60 Bo' 'φησὶν ὅτι παροιμία ἐστὶν καὶ λέγει, ὡς μέν τινες, ἀπὸ τοῦ βάμματος: οὗ γὰρ ἂν προσψαύσῃ ἕλκει ἐφ᾽ ἑαυτὸ καὶ τοῖς προσπαρατεθειμένοις ἐμποιεῖ χρώματος αὐγήν: ἄλλοι δ᾽ ἀπὸ τοῦ ζῴου. ‘ἁλίσκονται δέ, φησὶν Ἀριστοτέλης h. a. V p. 547a 13',' τοῦ ἔαρος, ὑπὸ κύνα δ᾽ οὐχ ἁλίσκονται: οὐ γὰρ νέμονται, ἀλλὰ κρύπτουσιν ἑαυτὰς καὶ φωλεύουσι. τὸ δὲ ἄνθος ἔχουσιν ἀνὰ μέσον τῆς μήκωνος καὶ τοῦ τραχήλου. ἔχει δὲ ib. p. 547b 3' ' καὶ αὐτὴ καὶ κῆρυξ τὰ ἐπικαλύμματα κατὰ τὰ αὐτὰ καὶ τὰ ἄλλα τὰ στρομβώδη ἐκ γενετῆς πάντα. νέμονται δ᾽ ἐξείροντα τὴν καλουμένην γλῶτταν ὑπὸ τὸ κάλυμμα. τὸ δὲ μέγεθος τῆς γλώσσης ἔχει πορφύρα μεῖζον δακτύλου, νέμεται καὶ διατρυπᾷ καὶ τὰ κογχύλια καὶ τὸ ἑαυτῆς ὄστρακον. μακρόβια δ᾽ ἐστὶν καὶ πορφύρα καὶ κῆρυξ καὶ ζῇ περὶ ἔτη ἕξ. φανερὰ δὲ αὔξησις ἐκ τῆς ἐν τῷ ὀστράκῳ ἕλικος. αἱ δὲ κόγχαι καὶ χῆμαι καὶ σωλῆνες καὶ κτένες ἐν τοῖς ἀμμώδεσι λαμβάνουσι τὴν σύστασιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: