ἔχε τὸν πρῶτον πάντωνκαὶ ἐν Σφηξί ῾884'.' Φερεκράτης δ᾽ ἐν Αὐτομόλοις ῾I 152 K':'
ἴφυα φῦναι
εἶθ᾽ ἑξῆς τὰς κραναὰς ἀκαλήφας.
κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι.Δίφιλος δ᾽ ὁ Σίφνιος ἰατρὸς ‘ἡ δὲ ἀκαλήφη, φησίν, ἐστὶν εὐκοίλιος, οὐρητική, εὐστόμαχος: κνησμὸν δὲ ποιεῖ τοῖς συνάγουσιν, ἐπειδὰν μὴ προαλείψωνται.' ὄντως γὰρ ἀνιᾷ τοὺς θηρεύοντας αὐτήν: ὑφ᾽ ὧν κατὰ παραφθορὰν νῦν ἀκαλήφη ὀνομάζεται: τάχα δὲ ἴσως διὰ ταύτην καὶ ἡ βοτάνη. κατ᾽ εὐφημισμὸν γὰρ τῆς ἀντιφράσεως ὠνόμασται: οὐ γὰρ πραεῖά ἐστιν καὶ ἀκαλὴ τῇ ἁφῇ, τραχεῖα δὲ καὶ ἀηδής. τῆς μέντοι θαλασσίας ἀκαλήφης μνημονεύει καὶ Φιλιππίδης ἐν Ἀμφιαράῳ οὕτως ῾IV 468 M':'
ὄστρε᾽, ἀκαλήφας, λεπάδας .. παρέθηκέ μοι.τὸ δ᾽ ἐν Λυσιστράτῃ Ἀριστοφάνους πέπαικται ῾549':'
ἀλλ᾽ ὦ τηθῶν ἀνδρειοτάτη καὶ μητριδίων ἀκαληφῶν.ἐπεὶ τήθεα τὰ ὄστρεα. μέμικται γὰρ κωμῳδικῶς πρὸς τὴν τήθην καὶ μητέρα.