previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐχῖνοι δὲ ἁπαλοὶ μέν, εὔχυλοι, βρομώδεις, πλήσμιοι, εὔφθαρτοι, μετὰ δὲ ὀξυμέλιτος λαμβανόμενοι καὶ σελίνου καὶ ἡδυόσμου εὐστόμαχοι, γλυκεῖς τε καὶ εὔχυλοι. προσηνέστεροι δ᾽ αὐτῶν οἱ ἐρυθροὶ καὶ οἱ μήλινοι καὶ οἱ παχύτεροι καὶ οἱ ἐν τῷ ξύεσθαι τὴν σάρκα γαλακτῶδες ἀνιέντες. οἱ δὲ περὶ τὴν Κεφαλληνίαν γινόμενοι καὶ περὶ τὴν Ἰκαρίαν καὶ τὸν Ἀδρίαν ... τινὲς αὐτῶν καὶ ὑπόπικροί εἰσιν: οἱ δ᾽ ἐπὶ τοῦ σκοπέλου τῆς Σικελίας κοιλίας λυτικοί.' Ἀριστοτέλης δέ φησι h. a. IV p. 530a 34' 'τῶν ἐχίνων πλείω γένη εἶναι: ἓν μὲν τὸ ἐσθιόμενον, ἐν τὰ καλούμενά ἐστιν ᾠά, ἄλλα δὲ δύο τό τε τῶν σπατάγγων καὶ τὸ τῶν καλουμένων βρυσῶν. μνημονεύει τῶν σπατάγγων καὶ Σώφρων fr. 69 Bo' 'καὶ Ἀριστοφάνης ἐν Ὁλκάσιν οὕτως I 497 K':'
δαρδάπτοντα, μιστύλλοντα, διαλείχοντά μου
τὸν κάτω σπατάγγην.
καὶ Ἐπίχαρμος δὲ ἐν Ἥβας γάμῳ περὶ τῶν ἐχίνων φησί p. 231 L':'
καρκίνοι θ᾽ ἵκοντ᾽ ἐχῖνοί θ᾽, οἳ καθ᾽ ἁλμυρὰν ἅλα
νεῖν μὲν οὐκ ἴσαντι, πεζᾷ δ᾽ ἐμπορεύονται μόνοι.
Δημήτριος δ᾽ Σκήψιος ἐν ἕκτῳ καὶ εἰκοστῷ τοῦ Τρωικοῦ διακόσμου fr. 15 Gaede' 'Λάκωνά φησί τινα κληθέντα ἐπὶ θοῖναν παρατεθέντων ἐπὶ τὴν τράπεζαν θαλαττίων ἐχίνων ἐπιλαβέσθαι ἑνός, οὐκ εἰδότα τὴν χρῆσιν τοῦ ἐδέσματος, ἀλλ᾽ οὐδὲ προσέχοντα τοῖς συνδειπνοῦσι πῶς ἀναλίσκουσιν: ἐνθέντα δὲ εἰς τὸ στόμα σὺν τῷ κελύφει βρύκειν τοῖς ὀδοῦσι τὸν ἐχῖνον. δυσχρηστούμενον οὖν τῇ βρώσει καὶ οὐ συνιέντα τὴν ἀντιτυπίαν τῆς τραχύτητος εἰπεῖν: ‘ φάγημα μιαρόν, οὔτε μὴ νῦν σε ἀφέω μαλθακισθεὶς οὔτ᾽ αὖτις ἔτι <κα> λάβοιμι.' ὅτι δὲ οἱ ἐχῖνοι, λέγω δὲ καὶ τοὺς χερσαίους καὶ τοὺς θαλαττίους, καὶ ἑαυτῶν εἰσι φυλακτικοὶ πρὸς τοὺς θηρῶντας, προβαλλόμενοι τὰς ἀκάνθας ὥσπερ τι χαράκωμα, Ἴων Χῖος μαρτυρεῖ ἐν Φοίνικι Καινεῖ λέγων οὕτως p. 573 N':'
ἀλλ᾽ ἔν τε χέρσῳ τὰς λέοντος ᾔνεσα
τὰς ἐχίνου μᾶλλον οἰζυρὰς τέχνας:
ὃς εὖτ᾽ ἂν ἄλλων κρεισσόνων ὁρμὴν μάθῃ,
στρόβιλος ἀμφάκανθον εἱλίξας δέμας
κεῖται δακεῖν τε καὶ θιγεῖν ἀμήχανος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: