previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Νίκανδρος δ᾽ Κολοφώνιος ἐν Γεωργικοῖς τάδε τῶν ὀστρέων καταλέγει fr. 83 Schn':'
ἠὲ καὶ ὄστρεα τόσσα βυθοὺς ἅτε βόσκεται ἅλμης,
νηρῖται στρόμβοι τε πελωριάδες τε μύες τε,
γλίσχραι τ᾽ ἀλλὰ σύνες τε καὶ αὐτῆς φωλεὰ πίνης.
καὶ Ἀρχέστρατος δ᾽ ἐν Γαστρονομίᾳ φησί fr. 50 R':'
τοὺς μῦς Αἶνος ἔχει μεγάλους, ὄστρεια δ᾽ Ἄβυδος,
τὰς ἄρκτους Πάριον, τοὺς δὲ κτένας Μιτυλήνη:
πλείστους δ᾽ Ἀμβρακία παρέχει καὶ ἄπλατα μετ᾽
αὐτῶν ....
Μεσσήνῃ δὲ πελωριάδας στενοπορθμίδι κόγχας
κἀν Ἐφέσῳ λήψει τὰς λείας οὔ τι πονηράς.
τήθεα Καλχηδών, τοὺς κήρυκας δ᾽ ἐπιτρίψαι
Ζεύς, τούς τε θαλασσογενεῖς καὶ τοὺς ἀγοραίους,
πλὴν ἑνὸς ἀνθρώπου: κεῖνος δέ μοί ἐστιν ἑταῖρος
Λέσβον ἐριστάφυλον ναίων, Ἀγάθων δὲ καλεῖται.
καὶ Φιλύλλιος δὲ ὅστις ἐστὶν ποιήσας τὰς Πόλεις φησί I 785 K':'
χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας ἐκ
Μηθύμνης.
ὄστρεια δὲ μόνως οὕτως ἔλεγον οἱ ἀρχαῖοι. Κρατῖνος Ἀρχιλόχοις I 14 K':'
πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.
καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ p. 230 v. 3 L':'
ὄστρεια συμπεφυκότα.
ὄστρεον δὲ ὡς ὄρνεον Πλάτων ἐν Φαίδρῳ p. 250c':' ‘ὀστρέου τρόπον, φησί, δεδεσμευμένοι,' καὶ ἐν Τιμαίῳ p. 92b':' ‘τὸ τῶν ὀστρέων γένος συμπάντων,' ἐν δὲ τῷ τῆς Πολιτείας δεκάτῳ ὄστρεια εἶπε p. 611d':' ‘προσπεφυκέναι ὄστρειά τε καὶ φυκία.' αἱ δὲ πελωρίδες ὠνομάσθησαν παρὰ τὸ πελώριον. μεῖζον γάρ ἐστι χήμης καὶ παρηλλαγμένον. Ἀριστοτέλης δέ φησι καὶ ἐν ἄμμῳ αὐτὰς γίνεσθαι. τῶν δὲ χημῶν μνημονεύει Ἴων Χῖος ἐν Ἐπιδημίαις FHG II 47'.' καὶ ἴσως οὕτως ὠνόμασται τὰ κογχύλια παρὰ τὸ κεχηνέναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: