Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρὸς ταῦτα ὁ Οὐλπιανός πως ἡδέως γελάσας
‘
ἀλλὰ μὴ βάυζε,
εἶπεν,
ὦ ἑταῖρε,
μηδὲ ἀγριαίνου τὴν
κυνικὴν προβαλλόμενος λύσσαν τῶν ὑπὸ κύνα οὐσῶν
ἡμερῶν,
δέον αἰκάλλειν μᾶλλον καὶ προσσαίνειν τοῖς
συνδείπνοις,
μὴ καί τινα Κυνοφόντιν ἑορτὴν ποιησώμεθα ἀντὶ τῆς παρ᾽ Ἀργείοις ἐπιτελουμένης.
χορτασθῆναι εἴρηται,
ὦ δαιμόνιε ἀνδρῶν,
παρὰ μὲν Κρατίνῳ ἐν Ὀδυσσεῦσιν οὕτως ῾I 57 K':'
ἧσθε πανημέριοι χορταζόμενοι γάλα λευκόν.
καὶ Μένανδρος δὲ ἐν Τροφωνίῳ ῾IV 207 M' '
ἔφη χορτασθείς.
Ἀριστοφάνης δ᾽ ἐν Γηρυτάδῃ ῾I 429 K':'
θεράπευε καὶ χόρταζε τῶν μονῳδιῶν.
Σοφοκλῆς τε ἐν Τυροῖ ῾fr. 600 N':'
σίτοισι παγχόρτοισιν ἐξενίζομεν.
Εὔβουλος δ᾽ ἐν Δόλωνι ῾II 175 K':'
ἐγὼ κεχόρτασμαι μέν, ἄνδρες, οὐ κακῶς,
ἀλλ᾽ εἰμὶ πλήρης, ὥστε καὶ μόλις πάνυ
ὑπεδησάμην ἅπαντα δρῶν τὰς ἐμβάδας.
Σώφιλος δ᾽ ἐν Φυλάρχῳ ῾II 446 K':'
γαστρισμὸς ἔσται δαψιλής: τὰ προοίμια
ὁρῶ . . . . . . . χορτασθήσομαι.
νὴ τὸν Διόνυσον, ἄνδρες, ἤδη στρηνιῶ.
καὶ Ἄμφις ἐν Οὐρανῷ ῾II 244 K':'
εἰς τὴν ἑσπέραν χορτάζομαι
ἐν ἅπασιν ἀγαθοῖς.
ταῦτα μὲν οὖν,
ὦ Κύνουλκε,
εἰπεῖν προχείρως ἔχω
σοι τὰ νῦν,
αὔριον δὲ ἢ ἔνηφι—
τὴν γὰρ εἰς τρίτην
Ἡσίοδος ῾op. 410' '
εἴρηκεν οὕτως—
πληγαῖς σε χορτάσω,
ἐάνπερ μὴ εἴπῃς ὁ κοιλιοδαίμων παρὰ τίνι κεῖται.'
σιωπήσαντος δ᾽ ἐκείνου ‘
ἀλλὰ μὴν καὶ τοῦτο
αὐτός σοι,
ὦ κύον,
ἐρῶ ὅτι Εὔπολις τοὺς κόλακας ἐν
τῷ ὁμωνύμῳ δράματι ῾I 306 K' '
οὕτω κέκληκε:
τὸ δὲ
μαρτύριον ἀναβαλοῦμαι,
ἔστ᾽ ἂν ἀποδῶ σοι τὰς πληγάς.'