previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι δ᾽ ἔθος τῷ ἐπίπλῳ περικαλύπτεσθαι τὰ ἡπάτια, Ἡγήσανδρος Δελφὸς ἐν ὑπομνήμασί φησι FHG IV 419' 'Μετάνειραν τὴν ἑταίραν ὡς ἐν τοῖς κεκαλυμμένοις ἡπατίοις αὐτὴ πνευμόνιον ἔλαβε καὶ ὡς περιελοῦσα τὸ στέαρ εἶδεν, ἀνέκραγεν:
ἀπόλωλα, πέπλων μ᾽ ὤλεσαν περιπτυχαί.
μήποτε δὲ καὶ Κρώβυλος κωμῳδιοποιὸς αἰσχυνόμενον εἶπε τὸ τοιοῦτο ἧπαρ ὥσπερ καὶ Ἄλεξις, ἐν Ψευδυποβολιμαίῳ λέγων οὕτως IV 567 M':'
καὶ πλεκτάνην στιφρὰν σφόδρ᾽ ἐπὶ τούτοις τέ που
αἰσχυνόμενον ἧπαρ καπρίσκου σκατοφάγου.
ἡπάτιον δ᾽ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς fr. 506, 2 K' 'καὶ Ἀλκαῖος ἐν Παλαίστρᾳ I 762 K' 'Εὔβουλός τ᾽ ἐν Δευκαλίωνι II 173'.' δασυντέον <δὲ> λέγοντας τὸ ἧπαρ: καὶ γὰρ συναλοιφή ἐστιν παρ᾽ Ἀρχιλόχῳ διὰ δασέος. φησὶ γάρ fr. 131 B4' '
χολὴν γὰρ οὐκ ἔχεις ἐφ᾽ ἥπατι.
ἐστὶ δὲ καὶ ἰχθύς τις ἥπατος καλούμενος, ὅν φησιν <> αὐτὸς Εὔβουλος ἐν Λάκωσιν Λήδᾳ οὐκ ἔχειν χολήν II 185 K':'
οὐκ ᾤου <σύ> με
χολὴν ἔχειν, ὡς δ᾽ ἡπάτῳ μοι διελέγου;
ἐγὼ δέ γ᾽ εἰμὶ τῶν μελαμπύγων ἔτι.
Ἡγήσανδρος δ᾽ ἐν ὑπομνήμασιν FHG IV 420' 'ἐν τῇ κεφαλῇ φησι τὸν ἥπατον δύο λίθους ἔχειν τῇ μὲν αὐγῇ καὶ τῷ χρώματι παραπλησίους τοῖς <ἐν τοῖς> ὀστρείοις, τῷ δὲ σχήματι ῥομβοειδεῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: