previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτ᾽ ἐκθεμένου τἀρχεστράτεια δόγματα τοῦ Ῥωμαίων μεγαλοσοφιστοῦ Κύνουλκος ἔφη: ‘Δάματερ σοφίας: οὐκ ἐτὸς ἄρα ψαμμακοσίους ἔχει μαθητὰς θαυμάσιος Βλεψίας καὶ πλοῦτον ἀπηνέγκατο τοσοῦτον ἐκ τῆς καλῆς ταύτης σοφίας ὑπὲρ Γοργίαν καὶ Πρωταγόραν. ὅθεν ὀκνῶ μὰ τὰς θεὰς εἰπεῖν πότερον αὐτὸς οὐ βλέπει οἱ ἑαυτοὺς μαθητὰς αὐτῷ παραδιδόντες πάντες ἕνα ἔχουσιν ὀφθαλμόν, ὡς μόλις διὰ τὸ πλῆθος ὁρᾶν. μακαρίους οὖν αὐτούς, μᾶλλον δὲ μακαρίτας εἶναί φημι τοιαύτας δείξεις τῶν διδασκάλων ποιουμένων.' πρὸς ὃν Μάγνος φιλοτράπεζος ὢν καὶ τὸν γραμματικὸν τοῦτον ὑπερεπαινῶν διὰ τὴν ἐκτένειαν ἔφη:
οὗτοι ἀνιπτόποδες, χαμαιευνάδες, ἀερίοικοι,
κατὰ τὸν κωμικὸν Εὔβουλον II 212 K','
ἀνόσιοι λάρυγγες,
ἀλλοτρίων κτεάνων παραδειπνίδες,
οὐ χὠ προπάτωρ ὑμῶν Διογένης πλακοῦντά ποτε ἐσθίων ἐν δείπνῳ λάβρως πρὸς τὸν πυνθανόμενον ἔλεγεν ἄρτον ἐσθίειν καλῶς πεποιημένον; ὑμεῖς δ᾽ λοπαδάγχαι᾽ κατὰ τὸν αὐτὸν ποιητὴν Εὔβουλον, ‘λευκῶν ὑπογαστριδίων᾽, ἑτέροις οὐ παραχωροῦντες φθέγγεσθε καὶ τὰς ἡσυχίας οὐκ ἄγετε, ἕως ἄν τις ὑμῖν ὡς κυνιδίοις ἄρτων ὀστέων προσρίψῃ. πόθεν ὑμῖν εἰδέναι ὅτι καὶ ΚΥΒΟΙ, οὐχ οὓς ἀεὶ μεταχειρίζεσθε, ἄρτοι εἰσὶ τετράγωνοι, ἡδυσμένοι ἀννήθῳ καὶ τυρῷ καὶ ἐλαίῳ, ὥς φησιν Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ; παρεῖδε δὲ τοῦτον Βλεψίας, ὥσπερ καὶ τὸν ΘΑΡΓΗΛΟΝ, ὅν τινες καλοῦσι θαλύσιονΚράτης δ᾽ ἐν β# Ἀττικῆς διαλέκτου p. 63 W' 'θάργηλον καλεῖσθαι τὸν ἐκ τῆς συγκομιδῆς πρῶτον γινόμενον ἄρτονκαὶ τὸν ΣΗΣΑ- ΜΙΤΗΝ. οὐχ ἑώρακε δὲ οὐδὲ τὸν ΑΝΑΣΤΑΤΟΝ καλούμενον, ὃς ταῖς ἀρρηφόροις γίνεται. ἐστὶ δὲ καὶ ΠΥΡΑΜΟΥΣ ἄρτος διὰ σησάμων πεττόμενος καὶ τάχα αὐτὸς τῷ σησαμίτῃ ὤν. μνημονεύει δὲ πάντων τούτων Τρύφων ἐν α# φυτικῶν fr. 116 V',' καθάπερ καὶ τῶν ΘΙΑΓΟΝΩΝ ὀνομαζομένων: οὗτοι δ᾽ εἰσὶν ἄρτοι θεοῖς πεττόμενοι ἐν Αἰτωλίᾳ. ΔΡΑΜΙΚΕΣ δὲ καὶ ΑΡΑΞΙΣ παρ᾽ Ἀθαμᾶσιν ἄρτοι τινὲς οὕτως καλοῦνται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: