previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὃν ζητοῦντα προφθάσας Μυρτίλος ἔφη: ‘Κρατῖνος μὲν ἐν Διονυσαλεξάνδρῳ I 24 K':'
ἐν σαργανίσιν ἄξω ταρίχους Ποντικούς.
Πλάτων Διὶ κακουμένῳ ib. 613':'
ὥσθ᾽ ἅττ᾽ ἔχω ταῦτ᾽ ἐς ταρίχους ἀπολέσω.
Ἀριστοφάνης Δαιταλεῦσιν ib. 441':'
οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονὶ
πλύνων ἅπασιν ὅσα σύνοιδ᾽ αὐτῷ κακά.
Κράτης Θηρίοις ib. 135':'
καὶ τῶν ῥαφάνων ἕψειν χρὴ,
ἰχθῦς τ᾽ ὀπτᾶν τούς τε ταρίχους,
ἡμῶν δ᾽ ἀπὸ χεῖρας ἔχεσθαι.
ἰδίως δ᾽ ἐσχημάτισται παρ᾽ Ἑρμίππῳ ἐν Ἀρτοπώλισι ib. 228':'
καὶ τάριχος πίονα.
Σοφοκλῆς τ᾽ ἐν Φινεῖ fr. 641 N':'
νεκρὸς τάριχος εἰσορᾶν Αἰγύπτιος.
ὑποκοριστικῶς δ᾽ εἴρηκεν Ἀριστοφάνης ἐν Εἰρήνῃ 563':'
ἀγόρασόν τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.
καὶ Κηφισόδωρος ἐν Ὑί I 802 K':'
κρεᾴδιόν τι φαῦλον ταρίχιον.
Φερεκράτης ἐν Αὐτομόλοις ib. 151':'
γυνὴ δ᾽ ἡμῶν ἑκάστῳ λέκιθον ἕψουσ᾽ φακῆν
ἀναμένει καὶ σμικρὸν ὀπτῶσ᾽ ὀρφανὸν ταρίχιον.
καὶ Ἐπίχαρμος δ᾽ ἀρσενικῶς εἴρηκεν p. 282 L' ' τάριχος. Ἡρόδοτος δ᾽ ἐν θ# οὕτως c. 120':' ‘οἱ τάριχοι ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντο καὶ ἤσπαιρον.' καὶ αἱ παροιμίαι δὲ κατὰ τὸ ἄρρεν λέγουσι:
τάριχος ὀπτὸς εὐθὺς ἂν ἴδῃ τὸ πῦρ.
σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ.
οὐκ ἂν πάθοι τάριχος ὧνπερ ἄξιος.
Ἀττικοὶ δὲ <καὶ> οὐδετέρως λέγουσι, καὶ γίνεται γενικὴ τοῦ ταρίχους. Χιωνίδης Πτωχοῖς I 5 K':'
ἆρ᾽ ἂν φάγοιτ᾽ ἂν καὶ ταρίχους, θεοί;
δὲ δοτικὴ ταρίχει ὡς ξίφει. Μένανδρος Ἐπιτρέπουσιν V 14 M':'
ἐπὶ τῷ ταρίχει τῷδε τοίνυν κόπτετον.
καὶ ἐπὶ αἰτιατικῆς IV 121 M':'
ἐπέπασα
ἐπὶ τὸ τάριχος ἅλας, ἐὰν οὕτω τύχῃ.
ὅτε δὲ ἀρσενικόν ἐστιν, γενικὴ οὐκέτι ἕξει τὸς1〉.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: