previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δίφιλος δ᾽ Σίφνιός φησι: ‘τὰ ταρίχη τὰ ἐκ τῶν θαλασσίων καὶ λιμναίων καὶ ποταμίων γινόμενά ἐστιν ὀλιγότροφα, ὀλιγόχυλα, καυσώδη, εὐκοίλια, ἐρεθιστικὰ ὀρέξεως. κράτιστα δὲ τῶν μὲν ἀπιόνων κύβια καὶ ὡραῖα καὶ τὰ τούτοις ὅμοια γένη, τῶν δὲ πιόνων τὰ θύννεια καὶ κορδύλεια. τὰ δὲ παλαιὰ κρείσσονα καὶ δριμύτερα καὶ μάλιστα τὰ Βυζάντια. τὸ δὲ θύννειον, φησί, γίνεται ἐκ τῆς μείζονος πηλαμύδος, ὧν τὸ μικρὸν ἀναλογεῖ τῷ κυβίῳ, ἐξ οὗ γένους ἐστὶ καὶ τὸ ὡραῖον. δὲ σάρδα προσέοικε τῷ κολίᾳ μεγέθει. δὲ σκόμβρος κούφως καὶ ταχέως ἀποχωρῶν τοῦ στομάχου. κολίας δὲ σκιλλωδέστερος, δηκτικώτερος καὶ κακοχυλότερος, τρόφιμος: κρείσσων δὲ Ἀμυνκλανὸς καὶ Σπανὸς Σαξιτανὸς λεγόμενος: λεπτότερος γὰρ καὶ γλυκύτερος.' Στράβων δ᾽ ἐν γ# Γεωγραφικῶν p. 156' 'πρὸς ταῖς Ἡρακλέους φησὶ νήσοις κατὰ Καρχηδόνα τὴν καινὴν πόλιν εἶναι Σεξιτανίαν, ἐξ ἧς καὶ τὰ ταρίχη ἐπωνύμως λέγεσθαι, καὶ ἄλλην Σκομβροαρίαν ἀπὸ τῶν ἁλισκομένων σκόμβρων, ἐξ ὧν τὸ ἄριστον σκευάζεσθαι γάρον. οἱ δὲ λεγόμενοι μελανδρύαι, ὧν καὶ Ἐπίχαρμος μνημονεύει ἐν Αὐτομόλῳ Ὀδυσσεῖ οὕτως p. 247 L':'
ποτιφόριμον τὸ τέμαχος ἦς ὑπομελανδρυῶδες.
μέλανδρυς δὲ τῶν μεγίστων θύννων εἶδός ἐστιν, ὡς Πάμφιλος ἐν τοῖς περὶ ὀνομάτων παρίστησι, καί ἐστι τὰ τεμάχη αὐτοῦ λιπαρώτερα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: