previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰ οὖν κἀγώ τι ἥμαρτον, καλλίστων ὀνομάτων καὶ ῥημάτων θηρευτά, μὴ χαλέπαινε. κατὰ γὰρ τὸν Μιλήσιον Τιμόθεον τὸν ποιητὴν fr. 6 B' '
οὐκ ἀείδω τὰ παλαιά: τὰ γὰρ ἀμὰ κρείσσω.
νέος Ζεὺς βασιλεύει: τὸ πάλαι δ᾽ ἦν
Κρόνος ἄρχων. ἀπίτω μοῦσα παλαιά.
Ἀντιφάνης τ᾽ ἐν Ἀλκήστιδι ἔφη II 22 K':'
ἐπὶ τὸ καινουργεῖν φέρου,
οὕτως, ἐκείνως, τοῦτο γινώσκων ὅτι
ἓν καινὸν ἐγχείρημα, κἂν τολμηρὸν ,
πολλῶν παλαιῶν ἐστι χρησιμώτερον.
ὅτι δὲ καὶ οἱ ἀρχαῖοι οἴδασι τὸ οὕτω λεγόμενον ὕδωρ, ἵνα μὴ πάλιν ἀγανακτήσῃς δηκόκταν μου λέγοντος, δείξω. κατὰ γὰρ Φερεκράτους Ψευδηρακλέα I 194 K' '
εἴποι τις ἂν τῶν πάνυ δοκησιδεξίων ...
ἐγὼ δ᾽ ἂν ἀντείποιμιμὴ πολυπραγμόνει,
ἀλλ᾽ εἰ δοκεῖ σοι, πρόσεχε τὸν νοῦν κἀκροῶ.'
ἀλλὰ μὴ φθονήσῃς, ἔφη Οὐλπιανός, δέομαι, μηδὲ τοῦ Ταυρείου ὕδατος ὁποῖόν ἐστι δηλῶσαι: τῶν γὰρ τοιούτων [φωνῶν] ἐγὼ διψῶ.' καὶ Κύνουλκοςἀλλὰ προπίνω σοι, ἔφη, φιλοτησίαν ῾διψᾷς γὰρ λόγων̓ παρ᾽ Ἀλέξιδος λαβὼν ἐκ Πυθαγοριζούσης II 370 K':'
ὕδατος ἀπέφθου κύαθον: ἂν δ᾽ ὠμὸν πίῃ,
βαρὺ καὶ κοπῶδες.
τὸ δὲ Ταύρειον ὕδωρ ὠνόμασεν, φίλε, Σοφοκλῆς Αἰγεῖ fr. 20 N' 'ἀπὸ τοῦ περὶ Τροιζῆνα ποταμοῦ Ταύρου, παρ᾽ καὶ κρήνη τις Ὑόεσσα καλεῖται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: