previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τούτων Μυρτίλος ἀκούσας ἔφη: ‘ἐγὼ δ᾽ ὢν φιλοτάριχος, ἑταῖροι, χιόνος πιεῖν βούλομαι κατὰ Σιμωνίδην.' καὶ Οὐλπιανὸςκεῖται μὲν φιλοτάριχος, ἔφη, παρ᾽ Ἀντιφάνει ἐν Ὀμφάλῃ οὕτως II 84 K':'
οὐ φιλοτάριχος οὐδαμῶς εἰμ᾽, κόρη.
Ἄλεξις δ᾽ ἐν Γυναικοκρατίᾳ καὶ ζωμοτάριχόν τινα κέκληκεν ἐν τούτοις ib. 312':'
δὲ Κίλιξ
ὅδ᾽ Ἱπποκλῆς, ζωμοτάριχος ὑποκριτής.
τὸ δὲ κατὰ Σιμωνίδην τί ἐστιν οὐκ οἶδα.' ‘οὐ γὰρ μέλει σοι,' ἔφη Μυρτίλος, ‘ἱστορίας, γάστρων. κνισολοιχὸς γάρ τις εἶ <καὶ> κατὰ τὸν Σάμιον ποιητὴν Ἄσιον τὸν παλαιὸν ἐκεῖνον [καὶ] κνισοκόλαξ. Καλλίστρατος ἐν ζ# Συμμίκτων φησὶν ὡς ἑστιώμενος παρά τισι Σιμωνίδης ποιητὴςκραταιοῦ καύματος ὥρᾳ᾽ καὶ τῶν οἰνοχόων τοῖς ἄλλοις μισγόντων εἰς τὸ ποτὸν χιόνος, αὐτῷ δὲ οὔ, ἀπεσχεδίασε τόδε τὸ ἐπίγραμμα 167 B4':'
τήν ῥά ποτ᾽ Οὐλύμποιο περὶ πλευρὰς ἐκάλυψεν
ὠκὺς ἀπὸ Θρῄκης ὀρνύμενος Βορέης:
ἀνδρῶν δ᾽ ἀχλαίνων ἔδακεν φρένας, αὐτὰρ ἐκάμφθη
ζωὴ Πιερίην γῆν ἐπιεσσαμένη:
ἔν τις ἐμοὶ καὶ τῆς χεέτω μέρος. οὐ γὰρ ἔοικε
θερμὴν βαστάζειν ἀνδρὶ φίλῳ πρόποσιν.'
πιόντος οὖν αὐτοῦ πάλιν ἐζήτει Οὐλπιανός: ‘ποῦ κεῖται κνισολοιχὸς καὶ τίνα ἐστὶ τὰ τοῦ Ἀσίου ἔπη τὰ περὶ τοῦ κνισοκόλακος;τὰ μὲν οὖν τοῦ Ἀσίου,' ἔφη Μυρτίλος, ‘ἔπη ταῦτ᾽ ἐστί II 23 B4':'
χωλός, στιγματίης, πολυγήραος, ἶσος ἀλήτῃ
ἦλθεν κνισοκόλαξ, εὖτε Μέλης ἐγάμει,
ἄκλητος, ζωμοῦ κεχρημένος: ἐν δὲ μέσοισιν
ἥρως εἱστήκει βορβόρου ἐξαναδύς.
δὲ κνισολοιχός ἐστι παρὰ μὲν Σωφίλῳ ἐν Φιλάρχῳ οὕτως II 446 K':'
ὀψοφάγος εἶ καὶ κνισολοιχός.
ἐν δὲ τοῖς ἐπιγραφομένοις Συντρέχουσι κνισολοιχίαν εἴρηκεν ἐν τούτοις ibid':'
πορνοβοσκὸς γὰρ [μ᾽] ὑπὸ κνισολοιχίας
χορδήν τιν᾽ αἱματῖτιν αὑτῷ σκευάσαι
ἐκέλευσε ταυτηνί με.
τοῦ κνισολοιχοῦ δὲ καὶ Ἀντιφάνης μνημονεύει ἐν Βομβυλιῷ ib. 37'.' ὅτι δὲ ἔπινον καὶ γλυκὺν οἶνον μεταξὺ ἐσθίοντες, Ἄλεξίς φησιν ἐν Δρωπίδῃ ib. 317':'
εἰσῆλθεν ἡταίρα φέρουσα τὸν γλυκὺν
ἐν ἀργυρῷ ποτηρίῳ, πετάχνῳ τινὶ
ἀστειοτάτῳ τὴν ὄψιν, οὔτε τρυβλίῳ
οὔτε φιάλῃ: μετεῖχε δ᾽ ἀμφοῖν τοῖν ῥυθμοῖν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: