previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἱππόλοχος Μακεδών, ἑταῖρε Τιμόκρατες, τοῖς χρόνοις μὲν γέγονε κατὰ Λυγκέα καὶ Δοῦριν τοὺς Σαμίους, Θεοφράστου δὲ τοῦ Ἐρεσίου μαθητάς, συνθήκας δ᾽ εἶχε ταύτας πρὸς τὸν Λυγκέα, ὡς ἐκ τῶν αὐτοῦ μαθεῖν ἔστιν ἐπιστολῶν, πάντως αὐτῷ δηλοῦν εἴ τινι συμπεριενεχθείη δείπνῳ πολυτελεῖ, τὰ ὅμοια κἀκείνου ἀντιπροπίνοντος αὐτῷ. ἑκατέρων οὖν σῴζονται δειπνητικαί τινες ἐπιστολαί, Λυγκέως μὲν τὸ Λαμίας τῆς Ἀττικῆς αὐλητρίδος ἐμφανίζοντος δεῖπνον Ἀθήνησι γενόμενον Δημητρίῳ τῷ βασιλεῖ, ἐπίκλην δὲ Πολιορκητῇ ῾ἐρωμένη δ᾽ ἦν Λάμια τοῦ Δημητρίοὐ, τοῦ δ᾽ Ἱππολόχου τοὺς Καράνου τοῦ Μακεδόνος ἐμφανίζοντος γάμους. καὶ ἄλλαις δὲ περιετύχομεν τοῦ Λυγκέως ἐπιστολαῖς πρὸς τὸν αὐτὸν γεγραμμέναις Ἱππόλοχον, δηλούσαις τό τε Ἀντιγόνου τοῦ βασιλέως δεῖπνον Ἀφροδίσια ἐπιτελοῦντος Ἀθήνησι καὶ τὸ Πτολεμαίου τοῦ βασιλέως. δώσομεν δέ σοι ἡμεῖς καὶ αὐτὰς τὰς ἐπιστολάς. ἐπεὶ δὲ τοῦ Ἱππολόχου σπανίως εὑρίσκεται, ἐπιδραμοῦμαί σοι τὰ ἐν αὐτῇ γεγραμμένα διατριβῆς ἕνεκα νῦν καὶ ψυχαγωγίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: