previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι δ᾽ ἤσθιον διὰ [τὴν] ἀναστόμωσιν καὶ τὰς δι᾽ ὄξους καὶ νάπυος γογγυλίδας σαφῶς παρίστησι Νίκανδρος ἐν δευτέρῳ Γεωργικῶν λέγων οὕτως fr. 70 Schn':'
γογγυλίδος δισσὴ γὰρ ἰδ᾽ ἐκ ῥαφάνοιο γενέθλη
μακρή τε στιφρή τε φαείνεται ἐν πρασιῇσι.
καὶ τὰς μέν θ᾽ αὕηνον ἀποπλύνας βορέῃσι,
προσφιλέας χειμῶνι καὶ οἰκουροῖσιν ἀεργοῖς:
θερμοῖς δ᾽ ἰκμανθεῖσαι ἀναζώουσ᾽ ὑδάτεσσι.
τμῆγε δὲ γογγυλίδος ῥίζας καὶ ἀκαρφέα φλοιὸν
ἦκα καθηράμενος λεπτουργέας, ἠελίῳ δὲ
αὐήνας ἐπὶ τυτθὸν ὅτ᾽ ἐν ζεστῷ ἀποβάπτων
ὕδατι δριμείῃ πολέας ἐμβάπτισον ἅλμῃ,
ἄλλοτε δ᾽ αὖ λευκὸν γλεῦκος συστάμνισον ὄξει
ἶσον ἴσῳ, τὰς δ᾽ ἐντὸς ἐπιστύψας ἁλὶ κρύψαις.
πολλάκι δ᾽ ἀσταφίδας προχέαις τριπτῆρι λεήνας
σπέρματά τ᾽ ἐνδάκνοντα σινήπυος. εἰν ἑνὶ δὲ τρὺξ
ὄξεος ἰκμάζουσα καὶ ὠμοτέρην ἐπὶ κόρσην
ὥριον ἁλμαίην αμυσαι κεχρηόσι δαίτης.
Δίφιλος δ᾽ Σώσιππος ἐν Ἀπολειπούσῃ II 546 K':'
ἔστιν ἔνδον ὄξος ὀξύ σοι.
ὑπολαμβάνω, παιδάριον, ὀπὸν εἰλήφαμεν.
ἄριστα τούτοις πάντα πιέσω καὶ πυκνά,
φυλλὰς δριμεῖα περιοισθήσεται:
τῶν πρεσβυτέρων γὰρ ταῦτα τῶν ἡδυσμάτων
ἀναστομοῖ τάχιστα τᾀσθητήρια,
τό τε νωκαρῶδες καὶ κατημβλυωμένον
ἐσκέδασε κἀποίησεν ἡδέως φαγεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: