previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἡρακλείδης δ᾽ Κυμαῖος τὰ Περσικὰ συγγράψας ἐν τῷ δευτέρῳ τῶν ἐπιγραφομένων Παρασκευαστικῶν FHG II 96' '‘καὶ οἱ θεραπεύοντες, φησί, τοὺς Περσῶν βασιλεῖς δειπνοῦντας ἅπαντες λελουμένοι διακονοῦσιν ἐσθῆτας καλὰς ἔχοντες καὶ διατρίβουσι σχεδὸν τὸ ἥμισυ τῆς ἡμέρας περὶ τὸ δεῖπνον. τῶν δὲ τοῦ βασιλέως συνδείπνων οἳ μὲν ἔξω δειπνοῦσιν, οὓς καὶ ὁρᾶν ἔξεστι παντὶ τῷ βουλομένῳ, οἳ δὲ εἴσω μετὰ βασιλέως. καὶ οὗτοι δὲ οὐ συνδειπνοῦσιν αὐτῷ, ἀλλ᾽ ἔστιν οἰκήματα δύο καταντικρὺ ἀλλήλων, ἐν <θ᾽> βασιλεὺς τὸ ἄριστον ποιεῖται καὶ ἐν οἱ σύνδειπνοι: καὶ βασιλεὺς ἐκείνους ὁρᾷ διὰ τοῦ παρακαλύμματος τοῦ ἐπὶ τῇ θύρᾳ, ἐκεῖνοι δ᾽ αὐτὸν οὐχ ὁρῶσιν. ἐνίοτε μέντοι ἐπειδὰν ἑορτὴ , ἐν ἑνὶ οἰκήματι ἅπαντες δειπνοῦσιν, ἐν καὶ βασιλεύς, ἐν τῷ μεγάλῳ [οἴκῳ]. ὅταν δὲ βασιλεὺς πότον ποιῆται, ποιεῖται δὲ πολλάκις, συμπόται αὐτῷ εἰσιν ὡς μάλιστα δώδεκα. καὶ ὅταν δειπνήσωσιν, τε βασιλεὺς αὐτὸς καθ᾽ ἑαυτὸν καὶ οἱ σύνδειπνοι, καλεῖ τοὺς συμπότας τούτους τις τῶν εὐνούχων. καὶ ὅταν εἰσέλθωσι συμπίνουσιν μετ᾽ αὐτοῦ, οὐ τὸν αὐτὸν οἶνον κἀκεῖνοι, καὶ οἳ μὲν χαμαὶ καθήμενοι, δ᾽ ἐπὶ κλίνης χρυσόποδος κατακείμενος: καὶ ὑπερμεθυσθέντες ἀπέρχονται. τὰ δὲ πλεῖστα βασιλεὺς μόνος ἀριστᾷ καὶ δειπνεῖ. ἐνίοτε δὲ καὶ γυνὴ αὐτῷ συνδειπνεῖ καὶ τῶν υἱῶν ἔνιοι. καὶ παρὰ τὸ δεῖπνον ᾁδουσί τε καὶ ψάλλουσιν αἱ παλλακαὶ αὐτῷ, καὶ μία μὲν ἐξάρχει, αἱ δὲ ἄλλαι ἁθρόως ᾁδουσι. τὸ δὲ δεῖπνον, φησί, τὸ βασιλέως καλούμενον ἀκούσαντι μὲν δόξει μεγαλοπρεπὲς εἶναι, ἐξεταζόμενον δὲ φανεῖται οἰκονομικῶς καὶ ἀκριβῶς συντεταγμένον καὶ τοῖς ἄλλοις Πέρσαις τοῖς ἐν δυναστείᾳ οὖσι κατὰ τὸν αὐτὸν τρόπον. ἐστὶ μὲν γὰρ τῷ βασιλεῖ χίλια ἱερεῖα τῆς ἡμέρας κατακοπτόμενα: τούτων δ᾽ εἰσὶ καὶ ἵπποι καὶ κάμηλοι καὶ βόες καὶ ὄνοι καὶ ἔλαφοι καὶ τὰ πλεῖστα πρόβατα: πολλοὶ δὲ καὶ ὄρνιθες ἀναλίσκονται, οἵ τε στρουθοὶ οἱ Ἀράβιοιἐστὶν δὲ τὸ ζῷον μέγακαὶ χῆνες καὶ ἀλεκτρυόνες. καὶ μέτρια μὲν αὐτῶν παρατίθεται ἑκάστῳ τῶν συνδείπνων τοῦ βασιλέως, καὶ ἀποφέρεται ἕκαστος αὐτῶν τι ἂν καταλίπηται ἐπὶ τῷ ἀρίστῳ. τὰ δὲ πλεῖστα τούτων τῶν ἱερείων καὶ τῶν σιτίων οὓς τρέφει βασιλεὺς τῶν τε δορυφόρων καὶ τῶν πελταστῶν, τούτοις ἐκφέρεται εἰς τὴν αὐλήν: οὗ ἡμιδεῆ ἅπαντα μερίδας ποιήσαντες τῶν κρεῶν καὶ τῶν ἄρτων ἴσας διαιροῦνται. ὥσπερ δὲ οἱ μισθοφόροι ἐν τῇ Ἑλλάδι μισθὸν ἀργύριον λαμβάνουσιν, οὕτως οὗτοι τὰ σιτία παρὰ τοῦ βασιλέως εἰς ὑπόλογον λαμβάνουσιν. οὕτω δὲ καὶ παρὰ τοῖς ἄλλοις Πέρσαις τοῖς ἐν δυναστείᾳ οὖσιν ἁθρόα πάντα τὰ σιτία ἐπὶ τὴν τράπεζαν, παρατίθεται: ἐπειδὰν δὲ οἱ σύνδειπνοι δειπνήσωσι, τῶν ἀπὸ τῆς τραπέζης καταλειπομένων ῾καταλείπεται δὲ τὰ πλεῖστα κρέα καὶ ἄρτοἰ τῆς τραπέζης ἐπιμελούμενος δίδωσιν ἑκάστῳ τῶν οἰκετῶν, καὶ ταῦτα λαβὼν τὴν καθ᾽ ἡμέραν ἔχει τροφήν. παρὰ γὰρ τὸν βασιλέα φοιτῶσιν οἱ ἐντιμότατοι τῶν συνδείπνων ἐπὶ τὸ ἄριστον μόνον διὰ τὸ παρῃτῆσθαι, ἵνα μὴ δὶς πορεύωνται, ἀλλὰ καὶ αὐτοὶ τοὺς συνδείπνους ὑποδέχωνται.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: