previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ καὶ τούτων ἀπηλλάγημεν, ἐκλαμβάνει πάλιν ἡμᾶς θερμός τις καὶ ζωρότερος πότος, οἴνων ὄντων ἡμῖν Θασίων καὶ Μενδαίων καὶ Λεσβίων, χρυσίδων πάνυ μεγάλων ἑκάστῳ προσενεχθεισῶν. καὶ μετὰ τὸν πότον ὑελοῦς πίναξ δίπηχύς που τὴν διάμετρον ἐν θήκῃ κατακείμενος ἀργυρᾷ πλήρης ἰχθύων ὀπτῶν πάντα γένη συνηθροισμένων, ἅπασί τε προσεδόθη καὶ ἀργυροῦν ἀρτοφόρον ἄρτων Καππαδοκίων, ὧν τὰ μὲν ἐφάγομεν, τὰ δὲ τοῖς θεράπουσιν ἐπεδώκαμεν. καὶ νιψάμενοι τὰς χεῖρας ἐστεφανούμεθα καὶ πάλιν στλεγγίδας ἐλάβομεν χρυσᾶς, διπλασίους τῶν πρότερον, καὶ ἄλλο διλήκυθον μύρου. ἡσυχίας δὲ γενομένης ἐξαλλόμενος τῆς κλίνης Πρωτέας αἰτεῖ σκύφον χοαῖον καὶ πληρώσας οἴνου Θασίου ὀλίγον τι ἐπιρράνας ὕδατος ἐξέπιεν ἐπειπών:
πλεῖστα πίνων πλεῖστα κεὐφρανθήσεται.
καὶ Κάρανος ἔφη: ‘ἐπεὶ πρῶτος ἔπιες, ἔχε πρῶτος καὶ τὸν σκύφον δῶρον: τοῦτο δὲ καὶ τοῖς ἄλλοις ὅσοι ἂν πίωσιν ἔσται γέρας.' ἐφ᾽ οἷς λεχθεῖσινοἱ δ᾽ ἐννέα πάντες ἀνέστανIl. 7.161 ἁρπάζοντες κἄλλος ἄλλον φθάνοντες. εἷς δὲ τῶν συνδειπνούντων ἡμῖν ἄθλιος οὐ δυνάμενος πιεῖν ἀνακαθίσας ἔκλαιεν ἄσκυφος γενόμενος, καὶ Κάρανος αὐτῷ χαρίζεται κενὸν τὸ ἔκπωμα. ἐπὶ τούτοις χορὸς εἰσῆλθεν ἀνθρώπων ἑκατὸν ἐμμελῶς ᾀδόντων γαμικὸν ὕμνον, μεθ᾽ οὓς ὀγχηστρίδες διεσκευασμέναι τρόπον Νηρηίδων, αἳ δὲ Νυμφῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
hide References (2 total)
  • Cross-references from this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: