previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τραγικὸν γὰρ φακῆ 'στιν, Ἀρχάγαθος ἔφη
πο<τὲ>
γεγραφέναι ῥοφοῦντ᾽ Ὀρέστην τῆς νόσου πεπαυμένον,
φησὶ Σώφιλος κωμῳδιοποιός II 447 K'.' στωικὸν δὲ δόγμα ἐστὶν ὅτι τε πάντα εὖ ποιήσει σοφὸς καὶ φακῆν φρονίμως ἀρτύσει. διὸ καὶ Τίμων Φλιάσιος ἔφη fr. 22 W':' ‘καὶ Ζηνώνειόν γε φακῆν ἕψειν ὃς μὴ φρονίμως μεμάθηκεν,' ὡς οὐκ ἄλλως δυναμένης ἑψηθῆναι φακῆς εἰ μὴ κατὰ τὴν Ζηνώνειον ὑφήγησιν, ὃς ἔφη fr. 21 W':'
εἰς δὲ φακῆν ἔμβαλλε δυωδέκατον κοριάννου.
καὶ Κράτης δ᾽ Θηβαῖος ἔλεγεν fr. 10 B':'
μὴ πρὸ φακῆς λοπάδ᾽ αὔξων
εἰς στάσιν ἄμμε βάλῃς,
Χρύσιππός τε ἐν τῷ περὶ τοῦ καλοῦ γνώμας τινὰς ἡμῖν εἰσφέρων φησί:
μηδέποτ᾽ ἐλαίαν ἔσθι᾽, ἀκαλήφην ἔχων.
χειμῶνος ὥρᾳ βολβοφακῆν, βαβαί, βαβαί.
βολβοφακῆ δ᾽ οἷον ἀμβροσίη ψύχους κρυόεντος.
χαρίεις τε Ἀριστοφάνης ἐν Γηρυτάδῃ ἔφη I 431 K':'
πτισάνην διδάσκεις αὐτὸν ἕψειν φακῆν.
καὶ ἐν Ἀμφιαράῳ I 398 K':'
ὅστις φακῆν ἥδιστον ὄψων λοιδορεῖς.
Ἐπίχαρμος δ᾽ ἐν Διονύσοις p. 225 L':'
χύτρα δὲ φακέας ἥψετο.
Ἀντιφάνης Ὁμοίαις II 82 K':'
εὖ δ᾽ ἐγίνεθ᾽, εἰ φακῆν
ἕψειν μ᾽ ἐδίδασκε τῶν ἐπιχωρίων τις εἷς.
οἶδα δὲ καὶ τὴν Ὀδυσσέως τοῦ φρονιμωτάτου καὶ συνετωτάτου ἀδελφὴν Φακῆν καλουμένην, ἣν ἄλλοι τινὲς Καλλιστὼ ὀνομάζουσιν, ὡς ἱστορεῖν Μνασέαν τὸν Πατρέα ἐν τρίτῳ Εὐρωπιακῶν FHG III 152' 'φησιν Λυσίμαχος ἐν τρίτῳ Νόστων ib. 339'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: