previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπὶ τούτοις γελάσαντος πάνυ ἔκλαμπρον τοῦ Πλουτάρχου οὐκ ἐνέγκας κύων παροραθεῖσαν τὴν περὶ τῆς φακῆς πολυμάθειανἀλλ᾽ ὑμεῖς γε, ἔφη, οἱ ἀπὸ τῆς καλῆς Ἀλεξανδρείας, Πλούταρχε, σύντροφοί ἐστε τῷ φακίνῳ βρώματι καὶ πᾶσα ὑμῶν πόλις πλήρης ἐστὶ φακίνων: ὧν καὶ Σώπατρος Φάκιος παρῳδὸς μέμνηται ἐν δράματι Βακχίδι λέγων οὕτως:
οὐκ ἂν δυναίμην εἰσορῶν χαλκήλατον
μέγαν κολοσσὸν φάκινον ἄρτον ἐσθίειν.
ἐπεὶ τί δεῖ βροτοῖσι᾽ κατὰ τὸν σὸν Εὐριπίδην fr. 884 N',' γραμματικώτατε, ‘πλὴν δυοῖν μόνον,'
Δήμητρος ἀκτῆς πώματός θ᾽ ὑδρηχόου;
ἅπερ πάρεστι καὶ πέφυχ᾽ ἡμᾶς τρέφειν.
ὧν οὐκ ἀπαρκεῖ πλησμονή: τρυφῇ γέ τοι
ἄλλων ἐδεστῶν μηχανὰς θηρεύομεν.
κἀν ἄλλοις δέ φησιν σκηνικὸς οὗτος φιλόσοφος fr. 885':'
ἀρκεῖ μετρία βιοτά μοι σώφρονος τραπέζης,
τὸ δ᾽ ἄκαιρον ἅπαν ... ὑπερβάλλον τε μὴ προσείμαν.
καὶ Σωκράτης δ᾽ ἔλεγεν τῶν ἄλλων ἀνθρώπων διαφέρειν καθ᾽ ὅσον οἳ μὲν ζῶσιν ἵν᾽ ἐσθίωσιν, αὐτὸς δ᾽ ἐσθίει ἵνα ζῇ. Διογένης τε πρὸς τοὺς ἐγκαλοῦντας αὐτῷ ἀποτριβομένῳ ἔλεγεν: ‘εἴθ᾽ ἠδυνάμην καὶ τὴν γαστέρα τρίψας τῆς πείνης καὶ τῆς ἐνδείας παύσασθαι.' δ᾽ Εὐριπίδης ἐν Ἱκέτισι περὶ τοῦ Καπανέως φησίν:
Καπανεὺς ὅδ᾽ ἐστίν: βίος μὲν ἦν πολύς,
ἥκιστα δ᾽ ὄλβῳ γαῦρος ἦν, φρόνημα δὲ
οὐδέν τι μεῖζον εἶχεν πένης ἀνήρ,
ψέγων τραπέζαις εἴ τις ἐξογκοῖτ᾽ ἄγαν,
τἀρκοῦν ἐπαινῶν: οὐ γὰρ ἐν γαστρὸς βορᾷ
τὸ χρηστὸν εἶναι, μέτρια δ᾽ ἐξαρκεῖν ἔφη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: