previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα τοῦ Μάγνου ἑξῆς καταδραμόντος ἀποβλέψας Κύνουλκος εἰς τοὺς παρόντας τῶν φιλοσόφων ἔφη:
εἶδες τὴν Θασίαν ἅλμην οἷ᾽ ἄττα βαύζει,
ὡς εὖ καὶ ταχέως ἀπετίσατο καὶ παραχρῆμα.
οὐ μέντοι παρὰ κωφὸν τυφλὸς ἔοικε λαλῆσαι,
ὡς Κρατῖνος ἐν τοῖς Ἀρχιλόχοις ἔφη I 13 K'.' ἐπιλανθανόμενος γὰρ ἐν οἷς ποιεῖται δικαστηρίοις τῶν καλῶν ἰάμβων αὐτοῦ τὰς ἐπιδείξεις ὑπὸ τῆς ἐμφύτου γαστριμαργίας καὶ ἡδυλογίας κολάβρους ἀναγινώσκει καὶμέλη πάραυλα κἀκρότητα κύμβαλα fr. ad. 66 N'.' καὶ μετὰ τὰς καλὰς ταύτας ἀμουσολογίας περιέρχεται τὰς οἰκίας ἐξετάζων ὅπου δεῖπνα λαμπρὰ παρασκευάζεται, ὑπὲρ τὸν Ἀθηναῖον Χαιρεφῶντα ἐκεῖνον, περὶ οὗ φησιν Ἄλεξις ἐν Φυγάδι II 391 K':'
αἰεί γ᾽ Χαιρεφῶν τιν᾽ εὑρίσκει τέχνην
καινὴν πορίζεται τε τὰ δεῖπν᾽ ἀσύμβολα.
ὅπου γάρ ἐστιν κέραμος μισθώσιμος
τοῖς μαγείροις, εὐθὺς ἐξ ἑωθινοῦ
ἕστηκεν ἐλθών: κἂν ἴδῃ μισθούμενον
εἰς ἑστίασιν, τοῦ μαγείρου πυθόμενος
τὸν ἑστιῶντα, τῆς θύρας χασμωμένης
ἂν ἐπιλάβηται, πρῶτος εἰσελήλυθεν.
οὐκ ὀκνεῖ δ᾽ ἀνὴρ οὗτος, καθάπερ καὶ καλὸς Μάγνος, καὶ ὑπερορίους ἀποδημίας ποιεῖσθαι τῆς γαστρὸς χάριν, ὡς <> αὐτὸς Ἄλεξις εἴρηκεν ἐν Συναποθνῄσκουσιν II 374 K':'
ἐπὶ δεῖπνον εἰς Κόρινθον ἐλθὼν Χαιρεφῶν
ἄκλητος: ἤδη γὰρ πέτεται διαπόντιος:
οὕτω τι τἀλλότρι᾽ ἐσθίειν ἐστὶ γλυκύ.
καὶ Θεόπομπος δ᾽ ἐν Ὀδυσσεῖ ἔφη I 743 K':'
Εὐριπίδου τἄρ᾽ ἐστὶν οὐ κακῶς ἔχον,
τἀλλότρια δειπνεῖν τὸν καλῶς εὐδαίμονα fr. 886 N'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: