previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γελασάντων οὖν πάντων ἐπὶ τούτοις Οὐλπιανὸς ἔφη: ‘πόθεν δὲ καὶ ἡδυλογία p. 164e' 'τοῖς ἡδονικοῖς τούτοις ἁμαρτολόγοις; πρὸς ὃν Κύνουλκος: ‘ἀλλ᾽, χοιρίον εὐάρτυτον, Φρύνιχος κωμῳδιοποιὸς ἐν τῷ Ἐφιάλτῃ μνημονεύει τοῦ ἡδυλόγου διὰ τούτων I 370 K':'
ἐστὶν δ᾽ αὐτούς γε φυλάττεσθαι τῶν νῦν χαλεπώτατον ἔργον.
ἔχουσι γάρ τι κέντρον ἐν τοῖς δακτύλοις,
μισάνθρωπον ἄνθος ἥβης:
εἶθ᾽ ἡδυλογοῦσιν ἅπασιν ἀεὶ κατὰ τὴν ἀγορὰν περιόντες.
ἐπὶ τοῖς <δὲ> βάθροις ὅταν ὦσιν, ἐκεῖ τούτοις οἷς
ἡδυλογοῦσι
μεγάλας ἀμυχὰς καταμύξαντες καὶ συγκύψαντες
ἅπαντας
γελῶσι.
τὸ δὲ χαριτογλωσσεῖν Αἰσχύλος εἴρηκεν ἐν Προμηθεῖ δεσμώτῃ 297':'
γνώσει δὲ τάδ᾽ ὡς ἔτυμ᾽, οὐδὲ μάτην
χαριτογλωσσεῖν ἔνι μοι.'
πάλιν τε εἰπόντος τοῦ Οὐλπιανοῦ: ‘τίνα δ᾽ ἐστίν, ἄνδρες φίλοι, τὰ μαγειρικὰ σκεύη; τούτων γὰρ ἐμνημονεύσατ᾽ ἐν τοῖς Ἀρκαδικοῖς δείπνοις μνήμης ἠξιωμένων p. 149a'.' καὶ τὸ ἀσώτιον ποῦ κεῖται; ἀσώτους μὲν γὰρ οἶδα διαβοήτους: ἕνα μὲν οὗ μνημονεύει Ἄλεξις ἐν Κνιδίᾳ II 333 K':'
Διόδωρος οὑπίτριπτος ἐν ἔτεσιν δύο
σφαῖραν ἀπέδειξε τὴν πατρῴαν οὐσίαν:
οὕτως ἰταμῶς ἅπαντα κατεμασήσατο.
ἐν δὲ Φαίδρῳ φησί ib. 387':'
σχολῇ γε, νὴ τὸν ἥλιον, σχολῇ λέγεις.
Ἐπιχαρίδης μικρὸς ἐν πένθ᾽ ἡμέραις
σφαῖραν ἐποίησε τὴν πατρῴαν οὐσίαν:
οὕτως συνεστρόγγυλεν ἰταμῶς καὶ ταχύ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: