previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΜΑΓΕΙΡΙΚΑ δὲ ΣΚΕΥΗ καταριθμεῖται Ἀνάξιππος ἐν Κιθαρῳδῷ οὕτως IV 465 M':'
ζωμήρυσιν φέρ᾽, οἶσ᾽ ὀβελίσκους δώδεκα,
κρεάγραν, θυίαν, τυροκνῆστιν παιδικήν,
στελεόν, σκαφίδας τρεῖς, δορίδα, κοπίδας τέτταρας.
οὐ μὴ πρότερον οἴσεις, θεοῖσιν ἐχθρὲ σύ,
τὸ λεβήτιον, τἀκ τοῦ νίτρου: πάλιν ὑστερεῖς;
καὶ τὴν κύβηλιν τὴν ταγηνιστηρίαν.
τὴν χύτραν δ᾽ Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις κακκάβην εἴρηκεν οὕτως I 515 K':'
τὴν κακκάβην γὰρ κᾶε τοῦ διδασκάλου.
κἀν Δαιταλεῦσι ib 445':'
κἄγειν ἐκεῖθεν κακκάβην.
Ἀντιφάνης δ᾽ ἐν Φιλοθηβαίῳ II 105 K':'
πάντ᾽ ἔστιν ἡμῖν: τε γὰρ συνώνυμος
τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία
μιχθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης
χλιαίνετ᾽, αἴρεθ᾽, ἕψεται, παφλάζεται.
βατάνιον δ᾽ εἴρηκεν Ἀντιφάνης ἐν Εὐθυδίκῳ ib. 49':'
ἔπειτα πουλύπους τετμημένος
ἐν βατανίοισιν ἑφθός.
Ἄλεξις ἐν Ἀσκληπιοκλείδῃ ib. 306':'
οὕτως δ᾽ ὀψοποιεῖν εὐφυῶς
περὶ <τὴν> Σικελίαν αὐτὸς ἔμαθον ὥστε τοὺς
δειπνοῦντας εἰς τὰ βατάνι᾽ ἐμβάλλειν ποιῶ
ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς.
πατάνιον δὲ διὰ τοῦπἈντιφάνης ἐν Γάμῳ ib. 40':'
πατάνια, σεῦτλον, σίλφιον, χύτρας, λύχνους,
κορίαννα, κρόμμυ᾽, ἅλας, ἔλαιον, τρυβλίον.
Φιλέταιρος Οἰνοπίωνι ib. 234':'
μάγειρος οὗτος Πατανίων προσελθέτω.
καὶ πάλιν:
πλείους Στρατονίκου τοὺς μαθητάς μοι δοκεῖ
ἕξειν Πατανίων.
ἐν δὲ Παρασίτῳ Ἀντιφάνης καὶ τάδε εἴρηκεν ib. 85':'
ἄλλος ἐπὶ τούτῳ μέγας
ἥξει τις ἰσοτράπεζος εὐγενήςΒ. τίνα
λέγεις; Α. Καρύστου θρέμμα, γηγενής, ζέων
Β. εἶτ᾽ οὐκ ἂν εἴποις; ὕπαγε. Α. κάκκαβον λέγω:
σὺ δ᾽ ἴσως ἂν εἴποις λοπάδ᾽. Β. ἐμοὶ δὲ τοὔνομα
οἴει διαφέρειν, εἴτε κάκκαβόν τινες
χαίρουσιν ὀνομάζοντες εἴτε σίττυβον;
πλὴν ὅτι λέγεις ἀγγεῖον οἶδα.
Εὔβουλος δ᾽ ἐν Ἴωνι καὶ βατάνια καὶ πατάνια λέγει ἐν τούτοις ib. 177':'
τρυβλία δὲ καὶ βατάνια καὶ κακκάβια καὶ
λοπάδια καὶ πατάνια πυκινὰ ταρβα καὶ
οὐδ᾽ ἂν λέγων λέξαιμι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: