previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν δὲ τῷ Ἐπικουρείῳ συμποσίῳ κολάκων ἐστὶν ἄγυρις ἀλλήλους ἐπαινούντων, τὸ δὲ Πλάτωνος πλῆρές ἐστιν μυκτηριστῶν ἀλλήλους τωθαζόντων: τὸν γὰρ περὶ Ἀλκιβιάδου λόγον σιωπῶ. παρὰ δ᾽ Ὁμήρῳ συγκεκρότηται τὰ σώφρονα συμπόσια. καί ποτε μὲν ἐπῄνεσέ τις φήσας πρὸς τὸν Μενέλαον ὡς οὐ τολμᾷ λέγειν

ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθ᾽ αὐδῇ.

δ᾽ ἐπελάβετό τινος τῶν οὐκ ὀρθῶς λεγομένων γιγνομένων:

καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι: οὐ γὰρ ἔγωγε
τέρπομ᾽ ὀδυρόμενος μεταδόρπιος.

δὲ πάλιν:

Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.

οὔτε γὰρ κόλακα πρέπον ἐστὶν εἶναι οὔτε μυκτηριστήν. πάλιν Ἐπίκουρος ἐν τῷ Συμποσίῳ ζητεῖ περὶ δυσπεψίας ὥστ᾽ οἰωνίσασθαι, εἶθ᾽ ἑξῆς περὶ πυρετῶν. τὴν μὲν γὰρ ἐπιτρέχουσαν τῇ λέξει ἀρρυθμίαν τί δεῖ καὶ λέγειν; Πλάτων δὲτὸν μὲν ὑπὸ τῆς λυγγὸς ὀχλούμενον καὶ θεραπευόμενον ἀνακογχυλιασμοῖς ὕδατος, ἔτι δὲ ταῖς ὑποθήκαις τοῦ κάρφους ἵνα τὴν ῥῖνα κινήσας πτάρῃ, παρίημι p. 185 de':' κωμῳδεῖν γὰρ ἤθελε καὶ διασύρεινχλευάζει τε τὰ ἰσόκωλα τὰ Ἀγάθωνος καὶ τὰ ἀντίθετα, καὶ τὸν Ἀλκιβιάδην [δὲ] παράγει λέγοντα ὅτι πασχητιᾷ. ἀλλ᾽ ὅμως τοιαῦτα γράφοντες τὸν Ὅμηρον ἐκβάλλουσι τῶν πόλεων. ἀλλ᾽ οὔτε ἐκ θύμβρας, ἔφη Δημοχάρης, λόγχη οὔτ᾽ ἐκ τοιούτων λόγων ἀνὴρ ἀγαθὸς γίνεται. οὐ μόνον δ᾽ Ἀλκιβιάδην διασύρει, ἀλλὰ καὶ Χαρμίδην καὶ Εὐθύδημον symp. p. 222 b' 'καὶ ἄλλους πολλοὺς τῶν νέων. τοῦτο δὲ κωμῳδοῦντός ἐστι τὴν Ἀθηναίων πόλιν, τὸ τῆς Ἑλλάδος μουσεῖον, ἣν μὲν ΠίνδαροςἙλλάδος ἔρεισμα᾽ fr. 76 B' 'ἔφη, Θουκυδίδης δ᾽ ἐν τῷ εἰς Εὐριπίδην ἐπιγράμματι AP VII 45' '‘Ἑλλάδος Ἑλλάδα,' δὲ Πύθιος ἑστίαν καὶ πρυτανεῖον τῶν Ἑλλήνων. διότι τοίνυν κατέψευσται τῶν νεανίσκων πάρεστι σκοπεῖν ἐξ αὐτοῦ τοῦ Πλάτωνος. τὸν μὲν γὰρ Ἀλκιβιάδην φησὶν ἐν τῷ ὁμωνύμῳ διαλόγῳ παρακμάσαντα τότε πρῶτον ἄρξασθαι Σωκράτει λαλεῖν ὅτε πάντες αὐτὸν κατέλιπον οἱ τοῦ σώματος ἐπιθυμηταί. λέγει γὰρ ταῦτα κατ᾽ ἀρχὰς τοῦ διαλόγου p. 103a'.' τὰ δ᾽ ἐν τῷ Χαρμίδῃ ἐναντιώματα ἐξ αὐτοῦ τοῦ διαλόγου βουλόμενος εἴσεται. ποιεῖ γὰρ αὐτὸν ἀσυμφώνως ποτὲ μὲν σκοτοδινιῶντα καὶ μεθυσκόμενον τῷ τοῦ παιδὸς ἔρωτι καὶ γινόμενον ἔξεδρον καὶ καθάπερ νεβρὸν ὑποπεπτωκότα λέοντος ἀλκῇ p. 155d',' ἅμα δὲ καταφρονεῖν φησι τῆς ὥρας αὐτοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (4 total)
  • Cross-references from this page (3):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: