previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκαθέζοντο δὲ καὶ δειπνοῦντες οἱ τότε. πολλαχοῦ γοῦν Ὅμηρός φησιν:

ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε.

γὰρ θρόνος αὐτὸ μόνον ἐλευθέριός ἐστιν καθέδρα σὺν ὑποποδίῳ, ὅπερ θρῆνυν καλοῦντες ἐντεῦθεν αὐτὸν ὠνόμασαν θρόνον τοῦ θρήσασθαι χάριν, ὅπερ ἐπὶ τοῦ καθέζεσθαι τάσσουσιν, ὡς Φιλητᾶς fr. 21 Bach':'
θρήσασθαι δὲ πλατάνῳ γαίῃ ὕπο.
δὲ κλισμὸς περιττοτέρως κεκόσμηται ἀνακλίσει. τούτων δ᾽ εὐτελέστερος ἦν δίφρος: τῷ γοῦν Ὀδυσσεῖ ἐπαίτῃ εἶναι δοκοῦντιδίφρον ἀεικέλιον, φησί Od. 20.259',' καταθεὶς ὀλίγην τε τράπεζαν.'

οἱ δὲ κρατῆρες αὐτοῖς, ὥσπερ ἔχει καὶ τοὔνομα, κεκραμένοι παρεστήκεσαν, ἐξ ὧν οἱ κοῦροι διακονούμενοι τοῖς μὲν ἐντιμοτάτοις ἀεὶ πλῆρες παρεῖχον τὸ ποτήριον, τοῖς δ᾽ ἄλλοις ἐξ ἴσου διένεμον. γοῦν Ἀγαμέμνων πρὸς τὸν Ἰδομενέα φησί Il. 4.262':'

σὸν δὲ πλεῖον δέπας αἰεὶ
ἕστηχ᾽ ὥσπερ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.
προέπινον δ᾽ ἀλλήλοις οὐχ ὥσπερ ἡμεῖς ῾τοῦτο γὰρ προεκπιεῖν ἐστιν̓, ἀλλὰ μεστὸν τὸν σκύφον:

πλησάμενος δ᾽ οἴνοιο δέπας δείδεκτ᾽ Ἀχιλῆα.

ὁσάκις δὲ καὶ τροφὰς ἐλάμβανον, προειρήκαμεν ἤδη I 11 b' 'ὅτι δὴ τρεῖς ἦσαν διὰ τὸ τὸ αὐτό ποτε μὲν ἄριστον, ποτὲ δὲ δεῖπνον ὀνομάζεσθαι. γελοῖοι γάρ εἰσιν οἱ φάσκοντες ὅτι καὶ τέσσαρας ἐλάμβανον, ἐπεὶ ποιητὴς ἔφη Od. 17.599' '‘σὺ δ᾽ ἔρχεο δειελιήσας,' οὐ νοοῦντες ὅτι λέγει τὸν δειλινὸν διατρίψας χρόνον. ὅμως δὲ οὐδεὶς δείξει παρὰ τῷ ποιητῇ τρίς τινα λαμβάνοντα τροφάς. διαμαρτάνουσι δὲ πολλοὶ παρὰ τῷ ποιητῇ ἐφεξῆς τιθέντες τούτους τοὺς στίχους:

σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων:
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας.

εἰ γὰρ εἴδατα παρέθηκεν ταμίη, δῆλον ὡς κρεάτων λείψανα τυγχάνοντα, τὸν δαιτρὸν οὐκ ἔδει παρεισφέρειν. διόπερ τὸ δίστιχον ἀπαρκεῖ. ἀπαλλαγέντων δὲ τῶν δειπνούντων αἱ τράπεζαι ἐβαστάζοντο, ὥσπερ παρὰ τοῖς μνηστῆρσι καὶ τοῖς Φαίαξιν, ἐφ᾽ ὧν καὶ λέγει :

ἀμφίπολοι δ᾽ ἀπεκόσμεον ἔντεα δαιτός,

δῆλον ὡς τὰ ἀγγεῖα. καὶ γὰρ τῶν ὅπλων τὰ σκεπαστικά, θώρακα καὶ κνημῖδας καὶ τὰ τούτοις ἐμφερῆ λέγουσιν ἔντη, καθάπερ ἀγγεῖα τῶν τοῦ σώματος μερῶν ὄντα. τῶν δὲ ἡρωικῶν οἴκων τοὺς μείζονας Ὅμηρος μέγαρα καλεῖ καὶ δώματα καὶ κλισίας, οἱ δὲ νῦν ξενῶνας καὶ ἀνδρῶνας ὀνομάζουσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (7 total)
  • Cross-references from this page (7):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: