previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰπόντες οὖν περὶ ἐγγυθήκης ἑξῆς πάλιν μνησθησόμεθα φιλοδείπνων βασιλέων. γὰρ τῷ προειρημένῳ Ἀντιόχῳ ὁμώνυμος βασιλεύς, Δημητρίου δ᾽ υἱός, ὡς ἱστορεῖ Ποσειδώνιος FHG III 257',' ὑποδοχὰς ποιούμενος καθ᾽ ἡμέραν ὀχλικὰς χωρὶς τῶν ἀναλισκομένων σωρευμάτων ἑκάστῳ ἀποφέρειν ἐδίδου τῶν ἑστιατόρων ὁλομελῆ κρέα χερσαίων τε καὶ πτηνῶν καὶ θαλαττίων ζῴων ἀδιαίρετα ἐσκευασμένα, ἅμαξαν πληρῶσαι δυνάμενα: καὶ μετὰ ταῦτα μελιπήκτων καὶ στεφάνων ἐκ σμύρνης καὶ λιβανωτοῦ σὺν ἀνδρομήκεσι λημνίσκων χρυσῶν πιλήμασι πλήθη. καὶ ἄλλος δ᾽ Ἀντίοχος βασιλεὺς ἐπιτελῶν τοὺς ἐν Δάφνῃ ἀγῶνας ἐποιήσατο καὶ αὐτὸς ὑποδοχὰς λαμπράς, ὡς <> αὐτός φησι Ποσειδώνιος ib. 263':' ‘τὸ μὲν γὰρ πρῶτον ἀναδόσεις ἐποιήσατο κατ᾽ ἄνδρα ὁλομελῶν βρωμάτων, μετὰ δὲ καὶ ζώντων χηνῶν <καὶ> λαγωῶν καὶ δορκάδων. ἀνεδίδοντο δὲ καὶ χρυσοῖ στέφανοι τοῖς δειπνοῦσι καὶ ἀργυρωμάτων πλῆθος καὶ θεραπόντων καὶ ἵππων καὶ καμήλων. καὶ ἔδει ἀναβάντα ἐπὶ τὴν κάμηλον πιεῖν ἕκαστον καὶ λαβεῖν τὴν <κάμηλον καὶ τὰ ἐπὶ τὴν> κάμηλον καὶ τὸν παρεστῶτα παῖδα.' — ‘καὶ ib. 258' 'οἱ κατὰ τὴν Συρίαν δὲ πάντες, φησί, διὰ τὴν τῆς χώρας εὐβοσίαν ἀπὸ τῆς περὶ τἀναγκαῖα κακοπαθείας συνόδους ἔνεμον πλείους, ἵνα εὐωχοῖντο συνεχῶς, τοῖς μὲν γυμνασίοις ὡς βαλανείοις χρώμενοι, ἀλειφόμενοι [δὲ] ἐλαίῳ πολυτελεῖ καὶ μύροις, τοῖς δὲ γραμματείοιςοὕτως γὰρ ἐκάλουν τὰ κοινὰ τῶν συνδείπνωνὡς οἰκητηρίοις ἐνδιαιτώμενοι, [καὶ] τὸ πλεῖον μέρος τῆς ἡμέρας γαστριζόμενοι ἐν αὐτοῖς οἴνοις καὶ βρώμασιν, ὥστε καὶ προσαποφέρειν πολλά, καὶ καταυλούμενοι πρὸς χελωνίδος πολυκρότου ψόφους, ὥστε τὰς πόλεις ὅλας τοῖς τοιούτοις κελάδοις συνηχεῖσθαι.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: