previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα τοῦ Οὐλπιανοῦ εἰπόντος ἐπιμαρτυρῶν Λαρήνσιος καὶ συγκατατιθέμενος τῷ λόγῳ ἔφη τὸν Μάριον τῶν ζῴων τούτων δορὰς εἰς τὴν Ῥώμην ἀναπεπομφέναι, ἃς μηδένα εἰκάσαι δεδυνῆσθαι τίνος εἰσὶ διὰ τὸ παράδοξον τῆς ὄψεως: ἀνατεθεῖσθαί τε τὰς δορὰς ταύτας ἐν τῷ τοῦ Ἡρακλέους ἱερῷ, ἐν οἱ τοὺς θριάμβους κατάγοντες στρατηγοὶ ἑστιῶσι τοὺς πολίτας, καθάπερ πολλοὶ τῶν ἡμεδαπῶν ποιηταὶ καὶ συγγραφεῖς εἰρήκασιν: ‘ὑμεῖς οὖν, γραμματικοί, κατὰ τὸν Βαβυλώνιον Ἡρόδικον, μηδὲν τῶν τοιούτων ἱστοροῦντες,
φεύγετ᾽, Ἀριστάρχειοι, ἐπ᾽ εὐρέα νῶτα θαλάττης
Ἑλλάδα, τῆς ξουθῆς δειλότεροι κεμάδος,
γωνιοβόμβυκες, μονοσύλλαβοι, οἷσι μέμηλε
τὸ σφὶν καὶ σφῶιν καὶ τὸ μὶν ἠδὲ τὸ νίν.
τοῦθ᾽ ὑμῖν εἴη δυσπέμφελον: Ἡροδίκῳ δὲ
Ἑλλὰς ἀεὶ μίμνοι καὶ θεόπαις Βαβυλών.'
κατὰ γὰρ τὸν κωμῳδιοποιὸν Ἀναξανδρίδην II 159 K':'
ἡδονὴν ἔχει,
ὅταν τις εὕρῃ καινὸν ἐνθύμημά τι,
δηλοῦν ἅπασιν: οἱ δ᾽ ἑαυτοῖσιν σοφοὶ
πρῶτον μὲν οὐκ ἔχουσι τῆς τέχνης κριτήν,
εἶτα φθονοῦνται. χρὴ γὰρ εἰς ὄχλον φέρειν
ἅπανθ᾽ ὅσ᾽ ἄν τις καινότητ᾽ ἔχειν δοκῇ.
ἐπὶ τούτοις τοῖς λόγοις ἀναχωροῦντες οἱ πολλοὶ λεληθότως διέλυσαν τὴν συνουσίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: