previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐκ ἀπιθάνως δὲ καὶ Δίφιλος ἐν Ἐμπόρῳ περὶ τοῦ παμπόλλου πιπράσκεσθαι τοὺς ἰχθῦς λέγει ὧδε II 551 K':'
οὐ πώποτ᾽ ἰχθῦς οἶδα τιμιωτέρους
ἰδών. Πόσειδον, εἰ δεκάτην ἐλάμβανες
αὐτῶν ἀπὸ τῆς τιμῆς ἑκάστης ἡμέρας,
πολὺ τῶν θεῶν ἂν ἦσθα πλουσιώτατος.
ὅμως δὲ τούτων εἴ με προσγελάσειέ τις,
ἐδίδουν στενάξας ὁπόσον αἰτήσειέ με.
γόγγρον μὲν, ὥσπερ Πρίαμος τὸν Ἕκτορα,
ὅσον εἵλκυσεν τοσοῦτο καταθεὶς ἐπριάμην.
Ἄλεξις δ᾽ ἐν Ἑλληνίδι II 321 K':'
ἀεὶ δὲ καὶ ζῶντ᾽ ἐστὶ καὶ τεθνηκότα
τἀν τῇ θαλάττῃ πολέμι᾽ ἡμῖν θηρία.
ἂν ἀνατραπῇ γὰρ πλοῖον, εἶθ᾽, ὡς γίνεται,
ληφθῇ νέων τις, καταπεπώκασ᾽ εὐθέως.
αὐτοί τ᾽ ἐπὰν ληφθῶσιν ὑπὸ τῶν ἁλιέων,
τεθνεῶτες ἐπιτρίβουσι τοὺς ὠνουμένους.
τῆς οὐσίας γάρ εἰσιν ἡμῶν ὤνιοι,
πριάμενός τε πτωχὸς εὐθὺς ἀποτρέχει.
ἐξ ὀνόματος δ᾽ ἰχθυοπώλου μνημονεύει Ἑρμαίου Αἰγυπτίου Ἄρχιππος ἐν Ἰχθύσιν οὕτως I 684 K':'
Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος
Ἑρμαῖος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ
καὶ τοὺς λάβρακας ἐντερεύων, ὡς λέγουσιν ἡμῖν.
καὶ Ἄλεξις δ᾽ ἐν Ἐπικλήρῳ Μικίωνος ἰχθυοπώλου τινος μνημονεύει II 322 K'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: