καὶ Ἀντιφάνης δὲ ἐν Διδύμοις φησίν ῾II 43 K':'
ὁ γὰρ παράσιτός ἐστιν, ἂν ὀρθῶς σκοπῇς,
κοινωνὸς ἀμφοῖν τῆς τύχης καὶ τοῦ βίου.
οὐδεὶς παράσιτος εὔχετ᾽ ἀτυχεῖν τοὺς φίλους,
τοὐναντίον δὲ πάντας εὐτυχεῖν ἀεί.
ἐστὶν πολυτελὴς τῷ βίῳ τις: οὐ φθονεῖ,
μετέχειν δὲ τούτων εὔχετ᾽ αὐτῷ συμπαρών.
κἀστὶν φίλος γενναῖος ἀσφαλής θ᾽ ἅμα,
οὐ μάχιμος, οὐ πάροξυς, οὐχὶ βάσκανος,
ὀργὴν ἐνεγκεῖν ἀγαθός: ἂν σκώπτῃς, γελᾷ:
ἐρωτικός, γελοῖος, ἱλαρὸς τῷ τρόπῳ:
πάλιν στρατιώτης ἀγαθὸς εἰς ὑπερβολήν,
ἂν ᾖ τὸ σιτάρκημα δεῖπνον εὐτρεπές.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.