previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ Ἀξιόνικος δ᾽ ἐν Χαλκιδικῷ φησιν II 414 K':'
ὅτε τοῦ παρασιτεῖν πρῶτον ἠράσθην μετὰ
Φιλοξένου τῆς Πτερνοκοπίδος νέος ἔτ᾽ ὤν,
πληγὰς ὑπέμενον κονδύλων καὶ τρυβλίων
ὀστῶν τε τὸ μέγεθος τοσαύτας ὥστε με
ἐνίοτε τοὐλάχιστον ὀκτὼ τραύματα
ἔχειν. ἐλυσιτέλει γάρ: ἥττων εἰμὶ γὰρ
τῆς ἡδονῆς. ἔπειτα καὶ τρόπον τινὰ
τὸ πρᾶγμά μοι λυσιτελὲς εἶναι νενόμικα.
οἷον φίλερίς τίς ἐστι καὶ μάχεταί τί μοι:
μετεβαλόμην πρὸς τοῦτον ὅσα τ᾽ εἴρηκέ με
κακῶς ὁμολογῶν εὐθέως οὐ βλάπτομαι.
πονηρὸς ὤν τε χρηστὸς εἶναι φησί τις:
ἐγκωμιάζων τοῦτον ἀπέλαβον χάριν.
γλαύκου βεβρωκὼς τέμαχος ἑφθὸν τήμερον
αὔριον ἕωλον τοῦτ᾽ ἔχων οὐκ ἄχθομαι.
τοιοῦτος τρόπος ἐστὶν φύσις τέ μου.
Ἀντίδοτος δ᾽ ἐν τῷ ἐπιγραφομένῳ Πρωτοχόρῳ παράγει τινα παραπλήσιον τοῖς ἐν τῷ Κλαυδίῳ νῦν σοφιστεύουσιν, ὧν οὐδὲ μεμνῆσθαι καλόν, τοιαῦτα περὶ παρασιτικῆς τέχνης λέγοντα II 310 K':'
κατὰ τὴν στάσιν δὴ στάντες ἀκροάσασθέ μου.
πρὶν ἐγγραφῆναι καὶ λαβεῖν τὸ χλαμύδιον
περὶ τοῦ παρασιτεῖν εἴ τις ἐμπέσοι λόγος,
τὸ τεχνίον αἰεὶ τοῦτό μοι κατεπίνετο,
καὶ παιδομαθὴς πρὸς αὐτὸ τὴν διάνοιαν ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: