previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῦ δὲ Κορύδου ἀποφθέγματα τάδε ἀναγράφει Λυγκεύς: ‘Κορύδῳ συμπινούσης τινὸς ἑταίρας, ὄνομα ἦν Γνώμη, καὶ τοῦ οἰναρίου ἐπιλιπόντος εἰσφέρειν ἐκέλευσεν ἕκαστον δύο ὀβολούς, Γνώμην δὲ συμβάλλεσθαι τι δοκεῖ τῷ δήμῳ. Πολύκτορος δὲ τοῦ κιθαρῳδοῦ φακῆν ῥοφοῦντος καὶ λίθον μασησαμένου ταλαίπωρε᾽, ἔφη, ‘καὶ φακῆ σε βάλλει.' —μήποτε τούτου καὶ Μάχων μνημονεύει. φησὶ γάρ:
κακός τις, ὡς ἔοικε, κιθαρῳδὸς σφόδρα
μέλλων οἰκοδομεῖν τὴν οἰκίαν, φίλον
αὑτοῦ λίθους ᾔτησεν: ‘ἀποδώσω δ᾽ ἐγὼ
αὐτῶν πολὺ πλείουσ᾽, φησίν, ‘ἐκ τῆς δείξεως.' —
λέγοντος δέ τινος τῷ Κορύδῳ ὡς τῆς αὑτοῦ γυναικὸς ἐνίοτε καὶ <τὸν> τράχηλον καὶ τοὺς τιτθοὺς καὶ τὸν ὀμφαλὸν φιλεῖπονηρόν᾽, ἔφη, ‘τοῦτ᾽ ἤδη: καὶ γὰρ Ἡρακλῆς ἀπὸ τῆς Ὀμφάλης ἐπὶ τὴν Ἥβην μεταβέβηκε.' Φυρομάχου δ᾽ ἐμβαψαμένου εἰς φακῆν καὶ τὸ τρύβλιον ἀνατρέψαντοςζημιωθῆναι αὐτόν᾽, ἔφη, ‘δίκαιον, ὅτι οὐκ ἐπιστάμενος δειπνεῖν ἀπεγράψατο.' παρὰ Πτολεμαίῳ δὲ ματτύης περιφερομένης καὶ κατ᾽ ἐκεῖνον ἀεὶ λειπούσης, ‘Πτολεμαῖε᾽, ἔφη, πότερον ἐγὼ μεθύω δοκεῖ μοι ταῦτα περιφέρεσθαι; Χαιρεφῶντος δὲ τοῦ παρασίτου φήσαντος οὐ δύνασθαι τὸν οἶνον φέρεινοὐδὲ γὰρ τὸ εἰς τὸν οἶνον᾽, ἔφη. τοῦ δὲ Χαιρεφῶντος γυμνοῦ ἔν τινι δείπνῳ διαναστάντοςΧαιρεφῶν᾽, εἶπεν, ‘ὥσπερ τὰς ληκύθους ὁρῶ σε μέχρι πόσου μεστὸς εἶ.' καθ᾽ ὃν δὲ καιρὸν Δημοσθένης παρ᾽ Ἁρπάλου τὴν κύλικα εἰλήφειοὗτοσ᾽, ἔφη, ‘τοὺς ἄλλους ἀκρατοκώθωνας καλῶν αὐτὸς τὴν μεγάλην ἔσπακεν.' εἰωθότος δ᾽ αὐτοῦ ῥυπαροὺς ἄρτους ἐπὶ τὰ δεῖπνα φέρεσθαι, ἐνεγκαμένου τινὸς ἔτι μελαντέρους, οὐκ ἄρτους ἔφη αὐτὸν ἐνηνοχέναι, ἀλλὰ τῶν ἄρτων σκιάς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: