πεῖραν ἐπεθύμουν θατέρου βίου λαβεῖν,καὶ Κρώβυλος ἐν Ἀπολιπούσῃ ῾IV 566 M':'
ὃν πάντες εἰώθασιν ὀνομάζειν ὑγρόν.
τρεῖς ἐν Κεραμεικῷ περιπατήσας ἡμέρας
διδασκάλους ἐξεῦρον οὗ λέγω βίου
ἴσως τριάκοντ᾽ ἀφ᾽ ἑνὸς ἐργαστηρίου.
πάλιν ἡ τοῦ βίου
ὑγρότης μέ [τοῦ] σου τέθλιφε: τὴν ἀσωτίαν
ὑγρότητα γὰρ νῦν προσαγορεύουσίν τινες.