ὅτι εἴμ᾽ ἀλαζὼν τοῦτ᾽ ἐπιτιμᾷς; ἀλλὰ τί;ψωμοκόλακος δὲ μνημονεύει Ἀριστοφάνης ἐν Γηρυτάδῃ οὕτως ῾I 432 K':'
νικᾷ γὰρ αὕτη τὰς τέχνας πάσας πολὺ
μετὰ τὴν κολακείαν: ἥδε μὲν γὰρ διαφέρει.
ψίθυρός τ᾽ ἐκαλοῦ καὶ ψωμοκόλαξ.καὶ Σαννυρίων Ἰοῖ ῾I 795 K':'
φθείρεσθ᾽ ἐπίτριπτοι ψωμοκόλακες.Φιλήμων Ἀνανεουμένῃ ῾II 480 K':'
ψωμοκόλαξ δ᾽ ἔσθ᾽ οὗτος.Φιλιππίδης δ᾽ ἐν Ἀνανεώσει ῾IV 469 M':'
ψωμοκολακεύων καὶ παρεισιὼν ἀεί.κυρίως δ᾽ ὁ κόλαξ ἐπὶ τούτου κεῖται: κόλον γὰρ ἡ τροφή, ὅθεν καὶ ὁ βουκόλος καὶ ὁ δύσκολος, ὅς ἐστι δυσάρεστος καὶ σικχός, κοιλία τε ἡ τὴν τροφὴν δεχομένη. ψωμοκόλαφον δ᾽ εἴρηκε Δίφιλος ἐν Θησεῖ οὕτως ῾II 557 K':'
σὲ μὲν καλοῦσι ψωμοκόλαφον δραπέτην.'