οὐ γὰρ ἦν τότ᾽ οὔτε Μάνης οὔτε Σηκὶς οὐδενὶκαὶ Ἀναξανδρίδης δὲ ἐν Ἀγχίσῃ φησίν ῾II 137 K':'
δοῦλος, ἀλλ᾽ αὐτὰς ἔδει μοχθεῖν ἅπαντ᾽ ἐν οἰκίᾳ.
εἶτα πρὸς τούτοισιν ἤλουν ὄρθριαι τὰ σιτία,
ὥστε τὴν κώμην ὑπηχεῖν θιγγανουσῶν τὰς μύλας.
οὐκ ἔστι δούλων, ὦγάθ᾽, οὐδαμοῦ πόλις,
τύχη δὲ πάντῃ μεταφέρει τὰ σώματα.
πολλοὶ δὲ νῦν μέν εἰσιν οὐκ ἐλεύθεροι,
εἰς αὔριον δὲ Σουνιεῖς, εἶτ᾽ εἰς τρίτην
ἀγορᾷ κέχρηνται. τὸν γὰρ οἴακα στρέφει
δαίμων ἑκάστῳ.