εἶτ᾽ οὐ σοφοὶ δῆτ᾽ εἰσὶν οἱ Σκύθαι σφόδρα,
οἳ γενομένοισιν εὐθέως τοῖς παιδίοις
διδόασιν ἵππων καὶ βοῶν πίνειν γάλα;
Β. οὐ μὰ Δία τιτθὰς εἰσάγουσι βασκάνους
καὶ παιδαγωγοὺς αὖθις, ὧν μεῖζον <κακὸν
οὐκ ἂν γένοιτο. Α. μετά> γε μαίας νὴ Δία:
αὗται δ᾽ ὑπερβάλλουσι. Β. μετά γε νὴ Δία
τοὺς μητραγυρτοῦντάς γε: πολὺ γὰρ αὖ γένος
μιαρώτατον τοῦτ᾽ ἐστίν. Α. εἰ μὴ νὴ Δία
τοὺς ἰχθυοπώλας τις βούλεται λέγειν
.... Β. μετά γε τοὺς τραπεζίτας: ἔθνος
τούτου γὰρ οὐδέν ἐστιν ἐξωλέστερον.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐμφανίζει δ᾽ αὐτῶν καὶ τὸ σκαιόν, ἔτι δὲ <τὸ>
μισάνθρωπον Ἀντιφάνης ἐν Μισοπονήρῳ πρὸς τοὺς
ἐν τῷ βίῳ κακίστους τὴν σύγκρισιν αὐτῶν ποιούμενος
διὰ τούτων ῾II 75 K':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.