previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

λέγουσι δὲ καὶ ὡς ἂν ἀπορήσῃ τροφῆς [ὅτι] αὑτὸν κατεσθίει. ὧν εἷς ἐστι καὶ κωμῳδιοποιὸς Φερεκράτης. οὗτος γὰρ ἐν τοῖς ἐπιγραφομένοις Ἀγρίοις φησίν I 149 K':'
ἐνθρύσκοισι καὶ βρακάνοις
καὶ στραβήλοις ζῆν: ὁπόταν δ᾽
ἤδη πεινῶσιν σφόδρα ...
ὡσπερεὶ τοὺς πουλύποδας
.... νύκτωρ περιτρώγειν αὑτῶν τοὺς δακτύλους;
καὶ Δίφιλος ἐν Ἐμπόρῳ II 551 K':'
πουλύπους
ἔχων ἁπάσας ὁλομελεῖς τὰς πλεκτάνας.
Β. οὐ περιβεβρωκὼς αὑτόν ἐστι, φίλτατε.
τοῦτο δ᾽ ἐστὶ ψεῦδος. ὑπὸ γὰρ τῶν γόγγρων διωκόμενος τοὺς πόδας ἀδικεῖται. λέγεται δ᾽ ὡς, ἄν τις ταῖς θαλάμαις αὐτοῦ ἅλας ὑποσπείρῃ, εὐθέως ἐξέρχεται. ἱστορεῖται δὲ καὶ ὅτι φεύγων διὰ τὸν φόβον μεταβάλλει τὰς χρόας καὶ ἐξομοιοῦται τοῖς τόποις ἐν οἷς κρύπτεται, ὡς καὶ Μεγαρεὺς Θέογνίς φησιν ἐν ταῖς ἐλεγείαις 215':'
πουλύπου ὀργὴν ἴσχε πολυπλόκου, ὃς ποτὶ πέτρῃ
τῇ προσομιλήσῃ, τοῖος ἰδεῖν ἐφάνη.
ὁμοίως ἱστορεῖ καὶ Κλέαρχος ἐν δευτέρῳ περὶ παροιμιῶν FHG II 318' 'παρατιθέμενος τάδε τὰ ἔπη, οὐ δηλῶν ὅτου ἐστί:
πουλύποδός μοι, τέκνον, ἔχων νόον, Ἀμφίλοχ᾽ ἥρως,
τοῖσιν ἐφαρμόζου τῶν κεν <κατὰ> δῆμον ἵκηαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: