Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἴδη δ᾽ ἐστὶ πολυπόδων ἑλεδώνη,
πολυποδίνη,
βολβιτίνη,
ὀσμύλος,
ὡς Ἀριστοτέλης ἱστορεῖ ῾p. 300 R'
'
καὶ Σπεύσιππος.
ἐν δὲ τῷ περὶ ζωικῶν Ἀριστοτέλης μαλάκιά φησιν εἶναι πουλύποδας,
ὀσμύλην,
ἑλεδώνην,
σηπίαν,
τευθίδα:
Ἐπίχαρμος δ᾽ ἐν Ἥβας
γάμῳ ῾p. 235 L':'
πώλυποί τε σηπίαι τε καὶ ποταναὶ τευθίδες
χἀ δυσώδης βολβιτὶς γραῖαί τ᾽ ἐριθακώδεες.
Ἀρχέστρατος δέ φησι ῾fr. 36 R':'
πούλυποι ἔν τε Θάσῳ καὶ Καρίᾳ εἰσὶν ἄριστοι:
καὶ Κέρκυρα τρέφει μεγάλους πολλούς τε τὸ
πλῆθος.
Δωριεῖς δ᾽ αὐτὸν διὰ τοῦ 〈
ω〉
καλοῦσι πώλυπον,
ὡς
Ἐπίχαρμος.
καὶ Σιμωνίδης δ᾽ ἔφη ῾II 457 B4':' ‘
πώλυπον διζήμενος.'
Ἀττικοὶ δὲ πουλύπουν.
ἐστὶ δὲ
τῶν σελαχωδῶν:
τὰ χονδρώδη δ᾽ οὕτω λέγεται:
πουλύποδες, γαλεοί τε κύνες.
μαλάκια δὲ καλεῖται τὰ τευθιδώδη.
σελάχια δὲ τὰ τῶν
ἐρίων φῦλα.