previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΣΑΛΠΗ. Ἐπίχαρμος Ἥβας γάμῳ p. 237 L':'
ἀόνες φάγροι τε λάβρακές τε καὶ ταὶ πίονες
σκατοφάγοι σάλπαι βδελυχραί, ἁδέαι δ᾽ ἐν τῷ θέρει.
Ἀριστοτέλης δ᾽ ἐν πέμπτῳ μορίων 543 a 8' 'ἅπαξ τίκτειν φησὶν αὐτὴν τοῦ μετοπώρου. ἐστὶ δὲ p. 314 R' 'πολύγραμμος καὶ ἐρυθρόγραμμος, ἔτι δὲ καρχαρόδους καὶ μονήρης. λέγεσθαι δὲ καὶ ὑπὸ τῶν ἁλιέων φησὶν ὡς καὶ κολοκύντῃ θηρεύεται χαίρουσα τῷ βρώματι. Ἀρχέστρατος δέ φησιν fr. 37 R':'
σάλπην δὲ κακὸν μὲν ἔγωγε
ἰχθὺν εἰς ἀεὶ κρίνω: βρωτὴ δὲ μάλιστα
ἐστὶ θεριζομένου σίτου. λαβὲ δ᾽ ἐν Μυτιλήνῃ
αὐτήν.
Παγκράτης δ᾽ ἐν ἔργοις θαλασσίοις:
σάλπαι τ᾽ ἰσομήκεες ἰχθῦς,
ἅς τε βόας πορκῆες ἁλίζωοι καλέουσιν,
οὕνεκα γαστέρι φῦκος ἀεὶ ἀλέουσιν ὀδοῦσιν.
ἐστὶ δὲ ποικίλος ἰχθύς. ὅθεν καὶ τὸν Λοκρὸν Κολοφώνιον Μνασέαν συνταξάμενον τὰ ἐπιγραφόμενα παίγνια διὰ τὸ ποικίλον τῆς συναγωγῆς Σάλπην οἱ συνήθεις προσηγόρευον. Νυμφόδωρος δὲ Συρακόσιος ἐν τῷ τῆς Ἀσίας Περίπλῳ FHG II 378' 'Λεσβίαν φησὶ γενέσθαι Σάλπην <τὴν> τὰ παίγνια συνθεῖσαν. Ἄλκιμος δ᾽ ἐν τοῖς Σικελικοῖς FHG IV 296' 'ἐν Μεσσήνῃ φησὶ τῇ κατὰ τὴν νῆσον Βότρυν γενέσθαι εὑρετὴν τῶν παραπλησίων παιγνίων τοῖς προσαγορευομένοις Σάλπης. Ἄρχιππος δὲ ἐν Ἰχθύσιν ἀρσενικῶς εἴρηκεν σάλπης I 683 K':'
ἐκήρυξεν βόαξ,
σάλπης δ᾽ ἐσάλπιγξ᾽ ἕπτ᾽ ὀβολοὺς μισθὸν φέρων.
γίνεται δ᾽ ὅμοιος ἰχθὺς ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ καλούμενος στρωματεύς, ῥάβδους ἔχων δι᾽ ὅλου τοῦ σώματος τεταμένας χρυσιζούσας, ὡς ἱστορεῖ Φίλων ἐν τῷ Μεταλλικῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: