previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πρότερος δὲ τοῦ Ἐπικούρου Σοφοκλῆς τραγῳδιοποιὸς ἐν Ἀντιγόνῃ περὶ τῆς ἡδονῆς τοιαῦτα εἴρηκεν 1165':'
τὰς γὰρ ἡδονὰς
ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ᾽ ἐγὼ
ζῆν τοῦτον, ἀλλ᾽ ἔμψυχον ἡγοῦμαι νεκρόν.
πλούτει τε γὰρ κατ᾽ οἶκον, εἰ βούλει, μέγα
καὶ ζῆ τύραννον σχῆμ᾽ ἔχων: ἐὰν δ᾽ ἀπῇ
τούτων τὸ χαίρειν, τἄλλ᾽ ἐγὼ καπνοῦ σκιᾶς
οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
Φιλέταιρος Κυναγίδι II 232 K'.'
τί δεῖ γὰρ ὄντα θνητόν, ἱκετεύω, ποιεῖν
πλὴν ἡδέως ζῆν τὸν βίον καθ᾽ ἡμέραν,
ἐὰν ἔχῃ τις ὁπόθεν; ἀλλὰ δεῖ σκοπεῖν
τοῦτ᾽ αὐτὸ τἀνθρώπει᾽ ὁρῶντα πράγματα,
εἰς αὔριον δὲ <μηδὲ> φροντίζειν ὅτι
ἔσται: περίεργόν ἐστιν ἀποκεῖσθαι πάνυ
ἕωλον ἔνδον τἀργύριον.
καὶ ἐν Οἰνοπίωνι δὲ αὐτός φησιν II 234 K':'
θνητῶν δ᾽ ὅσοι
ζῶσιν κακῶς ἔχοντες ἄφθονον βίον,
ἐγὼ μὲν αὐτοὺς ἀθλίους εἶναι λέγω.
οὐ γὰρ θανών γε δήπουθεν ἔγχελυν φάγοις
οὐδ᾽ ἐν νεκροῖσι πέττεται γαμήλιος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: