previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀπολλόδωρος δ᾽ Καρύστιος ἐν Γραμματειδιοποιῷ IV 441 M':'
πάντες ἄνθρωποι, τί τὸ ζῆν ἡδέως
παρέντες ἐπιμελεῖσθε τοῦ κακῶς ποιεῖν
πολεμοῦντες ἀλλήλους; πότερα πρὸς τῶν θεῶν
ἐπιστατεῖ τις τοῦ βίου νυνὶ τύχη
ἄγροικος ἡμῶν οὔτε παιδείαν ὅλως
εἰδυῖα, τί τὸ κακόν ποτ᾽ τί τἀγαθὸν
ἔστ᾽ ἀγνοοῦσα παντελῶς, εἰκῆ τέ πως
ἡμᾶς κυλίνδουσ᾽ ὅντιν᾽ ἂν τύχῃ τρόπον;
οἶμαί γε. τίς γὰρ μᾶλλον ἂν προείλετο
Ἕλλην ἀληθῶς οὖσα λεπομένους ὁρᾶν
αὐτοὺς ὑφ᾽ αὑτῶν καὶ καταπίπτοντας νεκρούς,
ἐξὸν ἱλαρούς, παίζοντας, ὑποπεπωκότας,
αὐλουμένους. ωδει λέγ᾽ αὐτή, γλυκυτάτη,
ἔλεγχ᾽ ἄγροικον οὖσαν ἡμῶν τὴν τύχην.
καὶ προελθών:
οὐ τοῦτο τὸ ζῆν ἐστι τὸν καλούμενον
θεῶν ἀληθῶς βίον; ὅσῳ δ᾽ ἡδίονα
τὰ πράγματ᾽ ἐν ταῖς πόλεσιν ἦν ἂν τὰ νῦν,
εἰ μεταβαλόντες τὸν βίον διήγομεν:
πίνειν Ἀθηναίους ἅπαντας τοὺς μέχρι
ἐτῶν τριάκοντ᾽, ἐξιέναι τοὺς δ᾽ ἱππέας
ἐπὶ κῶμον εἰς Κόρινθον ἡμέρας δέκα
στεφάνους ἔχοντας καὶ μύρον πρὸ ἡμέρας,
τοὺς τὴν ῥάφανον πωλοῦντας ἕψειν Μεγαρέων,
εἰς τὸ βαλανεῖον ἀπιέναι τοὺς συμμάχους,
κεραννύναι τὸν οἶνον Εὐβοεῖς. Β. τρυφὴ
καὶ βίος ἀληθῶς. Α. ἀλλ᾽ ἀπαιδεύτῳ τύχῃ
δουλεύομεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: