previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τίς δ᾽ ἐστὶν καλούμενος ἱερὸς ἰχθύς; μὲν τὴν Τελχινιακὴν ἱστορίαν συνθείς, εἴτ᾽ Ἐπιμενίδης p. 233 K' 'ἐστὶν Κρὴς Τηλεκλείδης εἴτ᾽ ἄλλος τις, ἱερούς φησιν εἶναι ἰχθύας δελφῖνας καὶ πομπίλους. ἐστὶ δ᾽ πομπίλος ζῷον ἐρωτικόν, ὡς ἂν καὶ αὐτὸς γεγονὼς ἐκ τοῦ Οὐρανίου αἵματος ἅμα τῇ Ἀφροδίτῃ. Νίκανδρος δ᾽ ἐν δευτέρῳ Οἰταικῶν φησι fr. 16 Sch':'
πομπίλος, ὃς ναύτῃσιν ἀδημονέουσι κελεύθους
μήνυσεν φιλέρωσι καὶ ἄφθογγός περ ἀμύνων.
Ἀλέξανδρος δ᾽ Αἰτωλὸς ἐν Κρίκᾳ, εἰ γνήσιον τὸ ποιημάτιον p. 240 M':'
πηδαλίῳ ἄκρῳ ἔπι πομπίλος ἁνιοχεύων
ἧστ᾽ ἀκάτω κατόπισθε θεοῖς ὕπο πομπίλος ἰχθύς.
Παγκράτης δ᾽ Ἀρκὰς ἐν τοῖς θαλασσίοις ἔργοις ἐπιγραφομένοις προειπών:
πομπίλος, ὃν καλέουσιν ἁλίπλοοι ἱερὸν ἰχθύν,
διηγεῖται ὡς οὐ μόνον τῷ Ποσειδῶνι πομπίλος ἐστὶ διὰ τιμῆς, ἀλλ᾽ ὅτι καὶ τοῖς τὴν Σαμοθρᾴκην κατέχουσι θεοῖς. ἁλιέα γοῦν τινα πρεσβύτην τῷ ἰχθύι τούτῳ κόλασιν ὑποσχεῖν ἔτι τοῦ χρυσοῦ γένους κατ᾽ ἀνθρώπους ὄντος. ὄνομα δ᾽ ἦν αὐτῷ Ἐπωπεὺς καὶ ἐξ Ἰκάρου ἦν τῆς νήσου. καὶ τοῦτον οὖν ἅμα τῷ υἱῷ ἁλιεύοντα καὶ οὐκ εὐτυχήσαντα ἄλλων ἰχθύων ἐν τῇ ἄγρᾳ πομπίλων οὐκ ἀποσχέσθαι τῆς τούτων ἐδωδῆς, ἀλλὰ πάντας μετὰ τοῦ υἱοῦ καταθοινηθῆναι καὶ μετ᾽ οὐ πολὺ δίκας ἐκτῖσαι τῆς δυσσεβείας: κῆτος γὰρ ἐπελθὸν τῇ νηὶ τὸν Ἐπωπέα ἐν ὄψει τοῦ παιδὸς καταπιεῖν. ἱστορεῖ δ᾽ Παγκράτης ὡς καὶ πολέμιός ἐστιν πομπίλος τῷ δελφῖνι καὶ ὅτι οὐδ᾽ οὗτος ἀτιμώρητος ἐκφεύγει πομπίλου φαγών. ἀχρεῖος γοῦν γίνεται καὶ σφαδᾴζων ἐπειδὰν φάγῃ καὶ ἐπὶ τοὺς αἰγιαλοὺς ἐκκυμανθεὶς βορὰ γίνεται αἰθυίαις τε καὶ λάροις, ἐνίοτε δὲ καὶ ὑπὸ τῶν ταῖς κητείαις παρεδρευόντων ἀνδρῶν παρανομεῖται. μνημονεύει τῶν πομπίλων καὶ Τιμαχίδας Ῥόδιος ἐν τῷ θ# τοῦ Δείπνου:
κωβιοὶ εἰνάλιοι καὶ πομπίλοι, ἱεροὶ ἰχθῦς.
Ἤριννά τε πεποιηκὼς τὸ εἰς αὐτὴν ἀναφερόμενον ποιημάτιον III 143 B4':'
πομπίλε, ναύτῃσιν πέμπων πλόον εὔπλοον ἰχθύ,
πομπεύσαις πρύμναθεν ἐμὰν ἁδεῖαν ἑταίραν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: