previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΒΩΚΕΣ. Ἀριστοτέλης ἐν τῷ ἐπιγραφομένῳ Ζωικῷ περὶ ἰχθύων p. 297 R' '‘νωτόγραπτα, φησί, λέγεται βῶξ, σκολιόγραπτα δὲ κολίας.' Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ p. 232 L':'
ἔτι δὲ ποττούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμαροι.
Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ βόηκας αὐτοὺς καλεῖ ἐν τούτοις fr. 9 Birt':'
λευκὴν συνόδοντα βόηκάς τε τριγκούς τε.
Σπεύσιππος δὲ καὶ οἱ ἄλλοι Ἀττικοὶ βόακας. Ἀριστοφάνης Σκηνὰς καταλαμβανούσαις I 514 K':'
ἀλλ᾽ ἔχουσα γαστέρα
μεστὴν βοάκων ἀπεβάδιζον οἴκαδε.
ὠνομάσθη δὲ παρὰ τὴν βοήν. διὸ καὶ Ἑρμοῦ ἱερὸν εἶναι λόγος τὸν ἰχθύν, ὡς τὸν κίθαρον Ἀπόλλωνος. Φερεκράτης δ᾽ ἐν Μυρμηκανθρώποις εἰπών I 178 K':'
ἀλλὰ φωνὴν οὐκ ἔχειν
ἰχθύν <γέ> φασι τὸ παράπαν,
ἐπιφέρει:
νὴ τὼ θεώ,
οὐκ ἔστιν ἰχθὺς ἄλλος οὐδεὶς βόαξ.
Ἀριστοφάνης δ᾽ Βυζάντιος omis. N' 'κακῶς φησιν ἡμᾶς λέγειν τὸν ἰχθὺν βῶκα δέον βόωπα, ἐπεὶ μικρὸς ὑπάρχων μεγάλους ὦπας ἔχει: εἴη ἂν οὖν βόωψ βοὸς ὀφθαλμοὺς ἔχων. πρὸς ὃν λεκτέον, εἰ τοῦτον κακῶς ὀνομάζομεν, διὰ τί κορακῖνόν φαμεν καὶ οὐ κοροκῖνον; ὠνομάσθη γὰρ ἀπὸ τοῦ τὰς κόρας κινεῖν. τί δ᾽ οὐχὶ καὶ σείουρον λέγομεν, ἀλλὰ σίλουρον; ὠνόμασται γὰρ καὶ οὗτος ἀπὸ τοῦ σείειν συνεχῶς τὴν οὐράν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: