previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα, νὴ τὴν Ἀθηνᾶν, οὐδ᾽ ἂν Μενεκράτης ἂν Συρακόσιος ἐξωγκώσατο Ζεὺς ἐπικαλούμενος, ὃς ἐφρόνει μέγα ὡς μόνος αἴτιος τοῦ ζῆν τοῖς ἀνθρώποις γινόμενος διὰ τῆς αὑτοῦ ἰατρικῆς. τοὺς γοῦν θεραπευομένους ὑπ᾽ αὐτοῦ τὰς ἱερὰς καλουμένας νόσους συγγράφεσθαι ἠνάγκαζεν ὅτι ὑπακούσονται αὐτῷ δοῦλοι περισωθέντες. καὶ ἠκολούθουν μέν τις Ἡρακλέους σκευὴν ἔχων καὶ καλούμενος Ἡρακλῆς ῾Νικόστρατος δ᾽ ἦν οὗτος Ἀργεῖος, ἱερὰν νόσον θεραπευθείς: μνημονεύει δ᾽ αὐτῶν Ἔφιππος ἐν Πελταστῇ λέγων ὧδε II 260 K':'
οὐ Μενεκράτης μὲν ἔφασκεν εἶναι Ζεὺς θεός,
Νικόστρατος δ᾽ Ἁργεῖος ἕτερος Ἡρακλῆς.
ἄλλος δέ τις ὡς Ἑρμῆς χλαμύδα ἔχων καὶ κηρύκειον, πρὸς δὲ τούτοισι πτερά, ὡς Ζελείτης Νικαγόρας καὶ τῆς πατρίδος τυραννήσας, ὡς ἱστορεῖ Βάτων ἐν τοῖς περὶ τῶν ἐν Ἐφέσῳ τυράννων FHG IV 348'.' Ἡγήσανδρος δέ φησιν ibid. 414' 'ὅτι καὶ Ἀστυκρέοντα θεραπευθέντα ὑπ᾽ αὐτοῦ Ἀπόλλωνα ἐκάλεσε. καὶ ἄλλος δ᾽ αὐτῷ τῶν περισωθέντων Ἀσκληπιοῦ στολὴν ἀναλαβὼν συμπεριεφθείρετο. αὐτὸς δ᾽ Ζεὺς πορφύραν ἠμφιεσμένος καὶ στέφανον χρυσοῦν ἐπὶ τῆς κεφαλῆς ἔχων καὶ σκῆπτρον κρατῶν κρηπῖδάς τε ὑποδεδεμένος περιῄει μετὰ τοῦ θείου χοροῦ. καὶ ἐπιστέλλων Φιλίππῳ τῷ βασιλεῖ οὕτως ἔγραψεν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: