previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μενεκράτης Ζεὺς Φιλίππῳ χαίρειν. σὺ μὲν Μακεδονίας βασιλεύεις, ἐγὼ δὲ ἰατρικῆς, καὶ σὺ μὲν ὑγιαίνοντας δύνασαι ὅταν βουληθῇς ἀπολλύναι, ἐγὼ δὲ τοὺς νοσοῦντας σῴζειν καὶ τοὺς εὐρώστους ἀνόσους οἳ ἂν ἐμοὶ πείθωνται παρέχειν μέχρι γήρως ζῶντας. τοιγαροῦν σὲ μὲν Μακεδόνες δορυφοροῦσιν, ἐμὲ δὲ καὶ οἱ μέλλοντες ἔσεσθαι. Ζεὺς γὰρ ἐγὼ αὐτοῖς βίον παρέχω.' πρὸς ὃν ὡς μελαγχολῶντα ἐπέστελλεν Φίλιππος: ‘<Φίλιππος> Μενεκράτει ὑγιαίνειν.' παραπλησίως δὲ ἐπέστελλε καὶ Ἀρχιδάμῳ τῷ Λακεδαιμονίων βασιλεῖ καὶ τοῖς ἄλλοις ὅσοις ἔγραφεν, οὐκ ἀπεχόμενος τοῦ Διός. καλέσας δ᾽ αὐτόν ποτε ἐπὶ δεῖπνον Φίλιππος μετὰ τῶν ἰδίων θεῶν συγκατέκλινε πάντας ἐπὶ τῆς μέσης κλίνης ὑψηλότατα καὶ ἱεροπρεπέστατα κεκοσμημένης καὶ τράπεζαν παραθείς, ἐφ᾽ ἧς βωμὸς ἔκειτο καὶ τῶν ἀπὸ γῆς παντοδαπῶν ἀπαρχαί. καὶ ὁπότε τοῖς ἄλλοις παρεφέρετο τὰ ἐδώδιμα, τοῖς ἀμφὶ Μενεκράτην ἐθυμίων καὶ ἔσπενδον οἱ παῖδες. καὶ τέλος καινὸς Ζεὺς μετὰ τῶν ὑπηκόων γελώμενος θεῶν ἔφυγεν ἐκ τοῦ συμποσίου, ὡς Ἡγήσανδρος ἱστορεῖ FHG IV 414':' μνημονεύει δὲ τοῦ Μενεκράτους καὶ Ἄλεξις ἐν Μίνῳ II 346 K'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: