πρῶτον ὠμῶν κειμένωνΦιλοστέφανος δ᾽ ἐν Δηλίῳ καὶ ὀνόματα ἐνδόξων μαγείρων ἐν τοῖσδε καταλέγει ῾IV 589 M':'
τῶν ἰχθύων πάρεισιν οἱ κεκλημένοι.
‘δίδου κατὰ χειρός.' ‘τοὔψον οἰχήσει λαβών.'
τὰς λοπάδας ἐπιθεὶς ἐπὶ τὸ πῦρ τοὺς ἄνθρακας
ἔρραν᾽ ἐλαίῳ πάντα καὶ ποιῶ φλόγα.
ἐν ᾧ τὸ λάχανον αἵ τε τῶν παροψίδων
τὸν ἄνδρα δριμύτητες εὐφραίνουσί μου,
ἑφθὸν τὸν ἰχθὺν ἀποδίδωμ᾽ ἔχοντα τοὺς
χυμοὺς ἐν αὑτῷ τήν τε τῆς ἅλμης ἀκμήν,
εἰς ἣν ἂν ἐμβάψαιτο πᾶς ἐλεύθερος.
ἐλᾳδίου κοτύλης τε παραναλωμένης
σέσωκ᾽ ἐμοὶ τρίκλινα πεντήκοντ᾽ ἴσως.
εἰδώς σε πάντων διαφέροντα τῇ τέχνῃ
τῇ τ᾽ ὀξύτητι μετὰ Θίβρωνα, Δαίδαλε,
τὸν ἐξ Ἀθηνῶν, τὸν καλούμενον Πέρας,
δοὺς μισθὸν ὅν <μ᾽> ᾔτησας ἥκω δεῦρ᾽ ἄγων.