Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ΓΛΑΥΚΟΣ.
Ἐπίχαρμος ἐν Ἥβας γάμῳ ῾p.
234 L':'
σκορπίοι τε ποικίλοι σαῦροί τε, γλαῦκοι πίονες.
Νουμήνιος ἐν Ἁλιευτικῷ ῾fr. 8 Birt':'
ὕκην ἢ κάλλιχθυν, ὁτὲ χρόμιν, ἄλλοτε δ᾽ ὀρφὸν
ἢ γλαῦκον περόωντα κατὰ μνία σιγαλόεντα.
τὴν δὲ τοῦ γλαύκου κεφαλὴν ἐπαινῶν ὁ Ἀρχέστρατός φησιν ῾fr. 15 R':'
ἀλλά μοι ὀψώνει γλαύκου κεφαλὴν ἐν Ὀλύνθῳ
καὶ Μεγάροις: σεμνοῖς γὰρ ἁλίσκεται ἐκτεναγιστῆς.
καὶ Ἀντιφάνης δ᾽ ἐν Προβατεῖ φησιν ῾II 92 K':'
Βοιώτιαι μὲν ἐγχέλεις, μῦς Ποντικοί,
θύννοι Μεγαρικοί, μαινίδες Καρύστιαι,
φάγροι δ᾽ Ἐρετρικοί, Σκύριοι δὲ κάραβοι.
ὁ δ᾽ αὐτὸς ἐν Φιλώτιδι καὶ ταῦτα λέγει ῾II 109 K':'
οὐκοῦν τὸ μὲν γλαυκίδιον, ὥσπερ ἄλλοτε,
ἕψειν ἐν ἅλμῃ <φημί>. Β. τὸ δὲ λαβράκιον
Α. ὀπτᾶν ὅλον. Β. τὸν γαλεόν; Α. ἐν ὑποτρίμματι
ζέσαι. Β. τὸ δ᾽ ἐγχέλειον; Α. ἅλες, ὀρίγανον,
ὕδωρ. Β. ὁ γόγγρος; Α. ταὐτόν. Β. ἡ βατίς; Α.
χλόη.
Β. πρόσεστι θύννου τέμαχος. Α. ὀπτήσεις. Β.
κρέας
ἐρίφειον; Α. ὀπτόν. Β. θάτερον; Α. τἀναντία.
Β. ὁ σπλήν; Α. σεσάχθω. Β. νῆστις;