Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Εὔβουλος Καμπυλίωνι ῾II 179 K':'
τήν τ᾽ εὐπρόσωπον λοπάδα ......
....... τοῦδε τοῦ θαλαττίου
Γλαύκου φέρουσαν εὐγενέστερον ....
λάβρακά θ᾽ ἑφθὸν .... ἅλμῃ μίαν.
Ἀναξανδρίδης Νηρεῖ ῾II 145 K':'
ὁ πρῶτος εὑρὼν πολυτελὲς τμητὸν μέγα
γλαύκου πρόσωπον τοῦ τ᾽ ἀμύμονος δέμας
θύννου τά τ᾽ ἄλλα βρώματ᾽ ἐξ ὑγρᾶς ἁλὸς
Νηρεὺς κατοικεῖ τόνδε πάντα τὸν τόπον.
Ἄμφις ἐν Ἑπτὰ ἐπὶ Θήβαις ῾II 240 K':'
γλαῦκοι δ᾽ ὅλοι, ῥαχιστὰ κρανίων μέρη
εὔσαρκα.
καὶ ἐν Φιλεταίρῳ ῾II 247 K':'
ἔχειν καθαρείως ἐγχελύδιόν τι καὶ
γλαυκινιδίου κεφάλαια καὶ λαβρακίου
τεμάχια.
Ἀντιφάνης δ᾽ ἐν Κύκλωπι ὑπερακοντίζων τὸν τένθην Ἀρχέστρατόν φησιν ῾II 65 K':'
ἔστω δ᾽ ἡμῖν κεστρεὺς τμητός,
νάρκη πνικτή, πέρκη σχιστή,
τευθὶς σακτή, συνόδων ὀπτός,
γλαύκου προτομή, γόγγρου κεφαλή,
βατράχου γαστήρ, θύννου λαγόνες,
βατίδος νῶτον, κέστρας ὀσφύς,
ψήττας κίσχος, μαινίς, καρίς,
τρίγλη, φυκίς:
τῶν τοιούτων μηδὲν ἀπέστω.