previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἐπικούρειος δέ τις εἰκαδιστὴς τῶν συνδειπνούντων ἡμῖν ἐγχέλυος παρατεθείσηςπάρεστιν, ἔφη, τῶν δείπνων Ἑλένη: ἐγὼ οὖν Πάρις ἔσομαι.' καὶ χεῖρας μήπω τινὸς ἐκτετακότος ἐπ᾽ αὐτὴν ἐπιβαλὼν ἐψίλωσε τὸ πλευρὸν ἀνάγων εἰς ἄκανθαν. δ᾽ αὐτὸς οὗτος πλακοῦντός ποτε θερμοῦ παρατεθέντος καὶ πάντων ἀπεχομένων ἐπιφωνήσας:

τοῦ δ᾽ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικε,

προπετῶς ἐπιβαλὼν καὶ καταπιὼν φλεγόμενος ἐξεφέρετο. καὶ Κύνουλκος ἔφη: ‘ἀποφέρεται ἐκ τῆς βρογχοπαρατάξεως λάρος.' καὶ περὶ τῆς ἐγχέλυος δ᾽ Ἀρχέστρατος οὕτως ἱστορεῖ fr. 18 R':'
ἔγχελυν αἰνῶ μὲν πᾶσαν, πολὺ δ᾽ ἐστὶ κρατίστη
Ῥηγίου ἀντιπέρας πορθμοῦ ληφθεῖσα θαλάσσης:
ἔνθα σὺ τῶν ἄλλων πάντων, Μεσσήνιε, θνητῶν
βρῶμα τιθεὶς τοιόνδε διὰ στόματος πλεονεκτεῖς.
οὐ μὴν ἀλλὰ κλέος γ᾽ ἀρετῆς μέγα κάρτα φέρουσι
Κωπαῖαι καὶ Στρυμόνιαι: μεγάλαι τε γάρ εἰσι
καὶ τὸ πάχος θαυμασταί. ὁμῶς δ᾽ οἶμαι βασιλεύει
πάντων τῶν περὶ δαῖτα καὶ ἡδονῇ ἡγεμονεύει
ἔγχελυς, φύσει ἐστὶν ἀπύρηνος μόνος ἰχθύς ...

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: