previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπαινεῖται δὲ τοῦ ἰχθύος τούτου τὰ ὑπογάστρια, ὡς καὶ Εὔβουλός φησιν ἐν Ἴωνι II 177 K':'
μετὰ ταῦτα θύννων μεγαλόπλουτ᾽ ἐπεισέπλει
ὑπογάστρι᾽ ὀπτῶν.
Ἀριστοφάνης Λημνίαις I 487 K':'
οὐκ ἔγχελυν Βοιωτίαν, οὐ γλαῦκον, οὐχὶ θύννου
ὑπογάστριον.
Στράττις Ἀταλάντῃ I 713 K':'
ὑπογάστριον θύννου τι κἀκροκώλιον
δραχμῆς ὕειον.
ἐν δὲ Μακεδόσιν I 719 K':'
ὑπογάστριά θ᾽ ἡδέα θύννων.
Ἔριφος Μελιβοίᾳ II 429 K':'
ταῦτα γὰρ οἱ πένητες οὐκ ἔχοντες ἀγοράσαι
ὑπογάστριον θύννακος οὐδὲ κρανίον
λάβρακος οὐδὲ γόγγρον οὐδὲ σηπίας,
ἃς οὐδὲ μάκαρας ὑπερορᾶν οἶμαι θεούς.
ὅταν δὲ καὶ Θεόπομπος ἐν Καλλαίσχρῳ λέγῃ I 738 K':'
ἰχθύων δὲ δὴ
ὑπογάστρι᾽, Δάματερ,
παρατηρητέον ὅτι ἐπὶ ἰχθύων μὲν ὑπογάστριον λέγουσι, σπανίως δ᾽ ἐπὶ χοίρων καὶ τῶν ἄλλων ζῴων. ἄδηλον δ᾽ ἐπὶ τίνων ἔταξε τὸ ὑπογάστριον Ἀντιφάνης ἐν τῷ Ποντικῷ, ὅταν λέγῃ II 92 K':'
ὅστις ὠψώνηκ᾽ ἴσως
τούτους μεγαλείως ταῖς κάκιστ᾽ ἀπολουμέναις
ὑπογάστρι᾽ ἐλθὼν ῾ὅσα Ποσειδὼν ἀπολέσαἰ
τάττειν τε γεννικῶς παρασκευάζεται
πλευρὰν μετ᾽ αὐτῶν.
Ἄλεξις δ᾽ ἐν Ὀδυσσεῖ ὑφαίνοντι καὶ τὴν κεφαλὴν τοῦ θύννου ἐπαινῶν φησιν II 354 K':'
καὶ τοὺς ἁλιέας δ᾽ εἰς τὸ βάραθρον ἐμβάλω:
ἀπελευθέρων ὀψάρια θηρεύουσί μοι,
τριχίδια καὶ σηπίδια καὶ φρυκτούς τινας.
Β. οὗτος πρότερον κεφαλὴν εἰ λάβοι θύννου
ἐνόμιζεν ἐγχέλεια καὶ θύννας ἔχειν.
ἐπῄνουν δὲ τῶν θύννων καὶ τὰς κλεῖδας καλουμένας, ὡς Ἀριστοφῶν ἐν Πειρίθῳ II 278 K':'
καὶ μὴν διέφθαρταί γε τοὔψον παντελῶς:
κλεῖδες μὲν ὀπταὶ δύο παρεσκευασμέναι
Β. αἷς τὰς θύρας κλείουσι; Α. θύννειοι μὲν οὖν.
Β. σεμνὸν τὸ βρῶμα. Α. καὶ τρίτη Λακωνική.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: