κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε καὶ χρυσόφρυες.Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ τὴν φύσιν τοῦ ἰχθύος διηγούμενος συνεχές φησιν αὐτὸν ἐξάλλεσθαι, διὸ καὶ ἀρνευτὴν ὀνομάζεσθαι. λέγει δὲ οὕτω περὶ αὐτοῦ ῾fr. 6 Birt':'
ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον.Ἀρχέστρατος δέ φησιν ῾fr. 22 R':'
ἵππουρος δὲ Καρύστιός ἐστιν ἄριστος:Ἐπαίνετος δ᾽ ἐν Ὀψαρτυτικοῖς κορύφαιναν αὐτόν φησιν ὀνομάζεσθαι.
ἄλλως τ᾽ εὔοψον σφόδρα χωρίον ἐστὶ Κάρυστος.